← 该撒利亚的巴西流

书信集

§262

致乌尔比基乌斯信:敬畏神与道成肉身教理

巴西尔欣然接纳修士乌尔比基乌斯的来信,指出真正的卓越仅在于对神的敬畏,驳斥了声称神性本身转化为肉体的道成肉身异端,并劝告他接受教会纠正并远离异端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§262

Οὐρβικίῳ μονάζοντι Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος,1 καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος. Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη.2 πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις; Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι,3 εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.

致修士乌尔比基乌斯 你致信于我们,实为善举,因为你展现了爱心非凡的果子;望你常行此事。然而,当你致信我们时,切莫以为需要任何申辩。因为我们认清自己,并且深知,按本性而言,人人在所有人面前都享有同等尊严的平等;而我们当中的卓越,并非取决于出身,亦非取决于财富的丰盈,抑或身体的构造,而是取决于对神敬畏的深浅。既然你更为敬畏主宰,又有何能妨碍你单凭这一点就比我们更为伟大呢?因此,请经常给我们写信,告知你周围弟兄们的景况,以及你们那里的教会中哪些人持守纯正,以便我们知道当向谁致书、以谁为安息。但我听闻有人以曲扭的成见篡改有关主道成肉身的纯正教义,故此藉着你的爱心劝告他们,务要摒弃据向我们报告某些人所持有的那种荒谬观念——即以为神自身变成了肉体,并非藉着圣玛利亚取了亚当的面团,而是以其特有的神性自身转化成了物质性的本性。 驳斥这种荒谬之论本是极易之事。但鉴于这种亵渎本身就昭然若揭,我认为对于敬畏主的人而言,单单一句提醒便已足够。因为祂若变了,也就改变了;然而既然神已说过:“我是,且永不改变”,那么无论谈论还是设想此事,都属绝不可有。再者,我们的身体若非与神性结合从而超越了死亡的权势,道成肉身的益处又怎能临及我们呢?因为祂绝非通过变质而为自己确立了一个肉身,宛如神圣本性在祂内变浓变粗才产生了一个肉身一样。况且,倘若独生子的全部本性确实都发生了转变,那不可容纳的神性又怎能被局限在一个微小身体的分量之中呢? 然而,我相信凡有理智并存有对神敬畏之心的人,都不会患上这种病症。但因有传闻传入我耳,说与你的爱心同在的人中,有些人正陷于这种思念的虚弱之中,我便认为不仅要送上单纯的问候,更应使我们的书信包含某种能够造就敬畏主之人灵魂的内容。因此我们劝告这些事:你们当获得教会性的矫正,并远离与异端者的交通,深知在此类事上若持冷漠态度,必将剥夺我们在基督面前坦然无惧的胆量。

语法注3 条
  1. 262ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος

    连词 ὡς 后接属格独立结构(αὐτοῦ τοῦ Θεοῦ ... τραπέντος),引出某些异端者所持的主观误解内容(即“宛如神自身变成了肉体一般”)。随后的分词结构 καὶ οὐχὶ προσλαβόντος ... ἀλλʼ αὐτοῦ ... μεταβληθέντος 亦在 ὡς 的统辖下延续此属格独立句式,通过否定与肯定的并列来呈现对立的论调。

  2. 262οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη

    句首否定词 οὐ 修饰主要动词 ὑπεστήσατο 及分词 τραπείς(οὐ ... τραπεὶς ... ὑπεστήσατο),意在否定“藉由自身转变而为自己构成了肉身”这一主张。关系代词 ὅπερ 的先行词是 σῶμα;关系从句中的属格独立结构 παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως(“神圣本性在祂内变浓变粗”)阐述了异端所设想的肉身成立(ὑπέστη)模式,并在此予以否定排斥。

  3. 262ταῦτα οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι

    指示代词 ταῦτα 作动词 παρακαλοῦμεν 的直接宾语,随后并列的两个不定式短语(διορθώσεως τυχεῖν ... καὶ ... ἀπέχεσθαι)与其同位,具体详述劝告的内容。不定式的逻辑主语宾格 ὑμᾶς 虽然直接置于第二个不定式 ἀπέχεσθαι 之前,但依文意同时管辖前面的 τυχεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:262