← 该撒利亚的巴西流

书信集

§261#2

驳斥幻现说与主受难本性的辨析

作者驳斥了否定基督真实受肉的异端,指其承袭自瓦伦廷;通过辨析肉体、有灵肉体与灵魂受难之区别,阐明主仅取受本性受难从而灭除罪与死的正统教义,并劝诫信徒防范假教师以结束书信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§261#2

οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς. Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον,1 οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς,2 διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι’ ὀλίγων ὑπόμνησις.

因为幻影论的这种亵渎并非始于近代,而是很久以前由心怀妄念的瓦伦廷开其端绪;他割裂了使徒的只言片语,为自己编造了一套不敬的虚构,声称祂取了奴仆的形状,却未取奴仆本身,又声称主是处于形貌之中,然而并非人本身被祂所取上。这些给你们引入新奇骚乱、本该令人哀叹的人,似乎正说着与这些〔说法〕同类的言论。 另一方面,声称人的受难会转移到神性本身之上,绝非在思辨中保持连贯一致者所为,也不是那些明晓肉体的受难是一回事、有灵肉体的受难是另一回事、运用身体之灵魂的受难又是另一回事之人的做派。固然,被切割、被缩减、被瓦解是肉体所固有的;而劳累、疼痛、饥饿、口渴以及被睡眠所困,则属于有灵的肉体;至于悲痛、焦虑、忧虑以及诸如此类的事,则属于运用身体的灵魂。在这些之中,有些对活物而言是本性的且不可或缺的,有些则是由于败坏的选择,因着生活的放荡不羁与疏于德性操练而带进来的。由此可见,主固然接纳了本性的受难,以证实受肉的真实而非幻影;但那出于邪恶的受难,凡玷污我们生命纯洁的,祂都视为与无玷神性不合而予以摒绝。因此经上说,祂是在罪之肉身的样式中造就的——并不是如这些人所认为的那样在肉身的样式中,而是在罪之肉身的样式中;从而祂取了我们的肉体及其本性的受难,却没有犯过罪。然而,正如那在肉体中、藉着亚当传至我们的死亡被神性所吞灭一样,罪恶也同样被在基督耶稣里的公义所消灭;从而使我们在复活时重新领受肉体,既不受制于死亡,也不对罪担负责任。 弟兄们,这些乃是教会的奥秘,这些乃是教父们的传承。我们向每一位敬畏主、等待神审判的人郑重劝戒:不可被各样怪异的教训牵引而去。若有人传异教,不随从信仰的纯正话语,反而推开圣灵的圣言,使自己的教导凌驾于福音的训诲之上,你们应当防备这样的人。 愿主恩准我们将来某时能彼此相聚,使我们在文字中未能详述的一切,得以藉着面对面的交往予以补足。因为我们并不想超出书信的篇幅,且深信对于敬畏主的人而言,只字片语的提醒便已足敷应用,所以仅就繁多的事理向你们简述了数点。

语法注2 条
  1. 261Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον

    带冠词的不定式短语 Τὸ ... λέγειν ...(声称……)作句子的主语,而 οὐδαμῶς σωζόντων ἐστὶ... 是特征所有格(述语属格)结构,表示“绝非……之人所为”。分词 σωζόντων 为阳性复数属格,作名词性用法,指代具有此种特质的人。

  2. 261ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς

    关系代词 ὧν 是表示整体中一部分的部分属格,先行词为前文提及的各种受难(πάθη)(意为“在它们之中”)。句中省略了系动词 ἐστί,构成了 τὰ μέν... τὰ δέ...(有的……有的……)的对举句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:261#2