- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:261#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔回复索佐波利斯信徒的来信,指出主携属天身体降临的新奇异端破坏了救赎经纶,并阐明基督从亚当真切受肉对人类得救的根本必要性。
Τοῖς ἐν Σωζοπόλει Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαριστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρειανῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων.1 ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς,2 καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο3 τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόρος σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι;
致索佐波利斯人 最敬爱的弟兄们,我已读过你们就自身事务寄来的信函。对于你们在照料自身所需且值得重视的事务上,把我们作为忧虑的分担者接入其中,我们向主献上了感恩。然而,当我们听说,除了阿里乌派加给教会的动荡以及他们在信仰教理上所制造的混乱之外,在你们中间竟然又出现了一种奇谈怪论,正如你们写信告知我们的那样,使弟兄团陷入了极大的焦灼不安;因为有人打着仿佛来自圣经教导的旗号,暗中将新奇而为信徒耳目所不熟的事物输入进来,对此我们不禁发出了叹息。因为你们写道,在你们那里竟有人在其能力所及的范围内,瓦解我们主耶稣基督的救恩经纶,废弃那历代以来隐藏未言、却在所定日期显明之极大奥秘的恩典;当时,主在遍历了关乎顾念人类的一切事理之后,更在一切之上,将祂自己的亲临赐予了我们。因为祂首先藉着列祖使祂自己的受造物得益,列祖的生平成为了榜样和准则,摆在那些愿随从圣徒足迹、并凭藉与他们相似的热心达到善行完满之人的面前。随后祂赐下律法作为援助,藉天使经由摩西之手加以颁布;随后又赐下预先宣告那将要来临之救恩的先知,以及在隐秘之手下施行大能作为的士师、君王与义人。在这一切之后,在末后的日子里,祂自己亲自在肉身中显现,生于女子,生在律法以下,为要把律法以下的人赎出来,使我们得着儿子的名分。 因此,如果主的肉身亲临未曾发生,救赎主就没有为我们向死亡偿付代价,也没有藉着祂自己斩断死亡的权势。因为,如果被死亡所统治的是一样,而为主所取上的又是另一样,死亡就绝不会停止施行其权能,那承载神性的肉身的受难也绝不会成为我们的益处;祂也没有在肉体中除灭罪恶;我们在亚当里死的人也没有在基督里复活得生;坍塌的没有重被塑造;破碎的没有被扶正;因蛇的欺骗而疏离的也没有与神归于和好。因为这一切,全都被那些声称主带着属天身体降临的人所彻底推翻了。若非那承载神性的肉身要从亚当的面团中取上,圣童贞女又何需存在呢?然而,究竟是谁竟如此胆大妄为,以至于如今又凭着诡辩的说辞和虚饰的圣经见证,使那久已沉寂的瓦伦廷学说死灰复燃呢?
- 261ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων
属格短语 ἀνθρώπων ... παρεισαγόντων 构成属格独立结构,用以说明前句 ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία(“另一种新奇言论在你们中间出现”)的具体情由。此外,ὡς ... δῆθεν 表达“假称/伪借……之名”的虚饰含义。
- 261ὅσον τὸ ἐπʼ αὐτοῖς
副词性宾格惯用句,意为“就他们而言”或“在他们力所能及的范围内”。它限定了分词 λύοντας,表明虽然救赎经纶本身不可能真正被摧毁,但异端分子在其自身能力和意图上企图予以瓦解。
- 261εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο ...
非真实条件句,条件从句用未完成过去时直陈语气 ἦν,主句用 ἄν 搭配不定过去时直陈语气 ἐπαύσατο(“假若……,就绝不会……”)。随后并列的诸分句(οὐκ ἀπέκτεινε...、οὐκ ἐζωοποιήθημεν... 等)虽然省略了 ἄν,但在逻辑上承接该非真实虚拟的后果,列举了假若不是取了真实肉身便断不可成就的各项救赎后果。
