← 该撒利亚的巴西流

书信集

§260#4

对西面预言与刺透玛利亚心灵之刀的阐释

作者探讨了路加福音中西面的预言,将“许多人的跌倒与兴起”、“被反对的记号”以及“刺透心灵的刀”的真正含义,与道成肉身的奥秘以及受难时信徒所经受的信心动摇与坚固联系起来进行阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§260#4

Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου.1 καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ,2 διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν. Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον. Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων. ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος.3 ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ἡ ῥομφαία. ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ.

然而,西面针对马利亚所说的话,并无繁复深奥之处。因为经上记着:“西面给他们祝福,又对孩子的母亲马利亚说:‘看哪,这孩子被立,是要叫以色列中许多人跌倒,许多人兴起;又要作被反对的记号;你自己的心也要被刀刺透,叫许多人心里的意念显露出来。’”在这些话中,我感到奇怪的是,你竟把前面的话当作清楚明白的而略过,唯独探究这一句:“你自己的心也要被刀刺透。”然而在我看来,同一个人如何既是为了叫人跌倒、又是为了叫人兴起,被反对的记号究竟指什么,以及第三点,刀如何刺透马利亚的心,其难解的程度完全不相上下。 因此我认为,主成为跌倒与兴起,并不是指一部分人跌倒而另一部分人兴起,而是指我们里面较劣的部分倾倒,而较优的部分奋起。因为主的显现消灭了属肉体的情欲,却激发了灵魂固有的美德。这正如保罗所说:“我什么时候软弱,什么时候就刚强了”;同一个人既软弱又刚强,但他是在肉体中软弱,在灵性中刚强。主同样也不是给一部分人提供跌倒的因由,给另一部分人提供兴起的因由。因为跌倒之人是从他们曾经所处的立足点倾倒下去的。然而显而易见,不信之人从未站立过,而是始终与他所追随的蛇一同在地上爬行。因此,他既已因不信预先扑倒在地,便没有可以跌落的原本所在。因此,首要的恩惠乃是让那站立在罪恶中的人跌倒并死亡,然后活在公义中并复活起来,对基督的信仰将这两者都赐予了我们。让较劣的部分跌倒吧,以便较优的部分能得着复活的时机。若淫乱不跌倒,节制便不得兴起;若荒谬不被粉碎,我们心中的理性便不能盛开。因此,这就是“为了许多人的跌倒与兴起”。 至于“被反对的记号”,我们知道在圣经中,十字架在严格意义上被称为“记号”。因为经上说:“摩西把蛇立在记号上”,也就是立在十字架上。或者,“记号”是指显明某种奇异且不可见之物的事物,它被质朴之人所目睹,却被思想敏锐之人所领悟。因此,由于人们对主的道成肉身争论不休——有人认定祂披戴了肉身,有人断言祂的降临本无肉身;有人说祂拥有受苦的身体,有人说祂以某种幻象成全了肉身的经纶;有人说是属土的身体,有人说是属天的身体;有人说是先于万世而存在,有人说是始于马利亚——正因如此,祂被立为“被反对的记号”。 西面所说的“刀”,是指试验的道,是辨明心思的,是“刺入剖开魂与灵、骨节与骨髓,连心中的思念都能辨明”的道。既然在受难之时,正如主亲口所言“你们都要因我跌倒”,每个人的心灵都仿佛承受着某种疑惑的动摇,西面便同样针对马利亚自身发出了预言:即使经历了加百列的见证、领受了神圣受孕的隐秘知识,并见证了大神迹的昭彰彰显,当她站在十字架旁,亲眼看见所发生的事并听见那些言语时,“你的灵魂周围也将升起某种动荡”。因为主必须为万人尝死味,成为世人的挽回祭,用祂自己的宝血使众人称义。因此,即便是从上头领受了关于主之教导的你,也必被某种疑惑所触及。这就是那把刀。“叫许多人心里的意念显露出来”,暗指在基督的十字架给门徒和马利亚自身带来绊脚之后,主随即带来迅速的医治,坚固他们的心对祂的信仰。因为我们同样看到彼得在跌倒之后,更加坚定地持守对基督的信仰。因此,人性的脆弱被揭露出来,正是为了彰显主的刚强有力。

语法注3 条
  1. 260οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου

    此处使用了两组对比性的属格独立结构。作者否定了前者(不同人物之间的外在区分:一些人跌倒而另一些人兴起),而确立了后者(同一个人内在的属灵转变:较劣的部分倾倒而较优的部分奋起),构成了对该预言之内在神学阐释的核心。

  2. 260οὐκ ἔχει οὖν ὅθεν πέσῃ

    关系副词/疑问副词 ὅθεν 后接虚拟式 πέσῃ,构成表示潜在可能性的从属从句(“没有可跌落之处”)。这引出了逻辑推论:不信者本就匍匐在地,因而根本没有可以跌落的原有立足点。

  3. 260ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος

    在引导间接引语的 ὅτι 从句中,修饰马利亚的多个分词短语(παρεστῶσα...)以及三个表示过去确证的介词短语(μετὰ...)形成重叠插入,使主谓结构 γενήσεται ... σάλος 大幅后置,构成严谨的隔置结构(hyperbaton),突显了十字架当下的动摇与往昔神圣启示之间的剧烈张力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:260#4