- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:260#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举了施加于该隐的其余刑罚,继而剖析创世记中拉麦之语,驳斥了拉麦杀死该隐的说法,提出了关于七十七倍报应的伦理解释与基督论谱系解释,并结撰全信。
Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων.1 ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος,2 εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. ὁ μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ ἐπήχθη πάσῃ τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον.3 Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει.
“你必在地上叹息战抖。”主在之前的三项刑罚之外,又增加了两项:无休止的叹息,以及身体的战抖,因为四肢失去了源自力量的支撑。因为既然他滥用了身体的力量,他的筋力便被剥夺,以致他颠簸颤抖,既不能轻易把面包送入口中,也不能把水饮递上,在那桩不敬的恶行之后,他那作恶的手甚至不再被容许服侍身体自身必要的需用。另一项惩罚是该隐自己揭示的,他说:“如果你如今赶逐我离开这地,我也必从你面前隐藏。”何为“如果你赶逐我离开这地”?即“如果你使我与这地带来的益处隔绝”。因为他并没有被迁移到另一个地方,而是与地里的美物疏离了。“我也必从你面前隐藏”:对明达之人而言,与上帝隔绝是最沉重的刑罚。“凡遇见我的必杀我”,他说。他是从前文诸事的必然结果推断而来的:如果我被赶逐离开土地,如果我将从你面前隐藏,那么剩下的便只有被任何人杀害。主又如何回应呢?“并不如此。”相反,主在他身上立了一个记号。这是第七项刑罚:连刑罚也不被隐匿,而是通过一个显而易见的记号向所有人公开昭示,表明此人就是行不敬恶事的始作俑者。因为对善于辨析者而言,羞辱乃是诸刑罚中最沉重者;关于最终的审判,我们也正是这样领受教导的:“这些人要复活得永生,那些人要复活受永远的羞辱和轻蔑。” 与此紧密相连的是一个相关的问题,即拉麦对他的妻子们所说的话:“我为我的伤杀了一个壮士,为我的损杀了一个少壮者。因为若从该隐追讨了七次报应,从拉麦则是七十个七次。”有些人认为该隐是被拉麦所杀,以为他活到了那个世代,是为了承受更长久的刑罚。但这并非实情。因为从他自己的叙述中显出,他似乎犯下了两桩谋杀:“我杀了一个壮士和一个少壮者”——壮士因伤被杀,少壮者因损被杀。因此,伤是一回事,损是另一回事;壮士是一回事,少壮者又是另一回事。至于“因为从该隐追讨了七次报应,从拉麦则是七十个七次”,其意为:如果上帝对该隐施加七重惩罚的审判是公义的,那么我理当承受四百九十重刑罚。因为该隐既未曾从他人那里学过杀人,也未曾见过凶手受罚;而我虽亲眼看见那叹息战抖之人以及上帝忿怒的浩大,却没有因此前车之鉴而心生敬畏、回归清醒。因此我应当承受四百九十重惩处。 然而另有一些人倾向于这样一种解释,此说与教会的教理并不相悖:即从该隐到大洪水一共过去了七代,因罪孽的大肆泛滥,刑罚临到了全地;但拉麦的罪孽所需要的医治并非一场洪水,而是除去世人罪孽的那一位本身。因此,从亚当数算到基督降临的世代,按照路加的家谱,你会发现主是在第七十七代降生的。 这些问题已在我们力所能及的范围内予以探究,同时略去了许多本可探究的内容,以免论述超出书信的篇幅;但对于你的聪慧而言,这些简短的种子供你思考已然足够。因为经上说:“给智慧人一个契机,他就越发有智慧”;又说:“智慧人领受了言语,就会称赞它,并且还要增添。”
- 260τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων
τῶν μελῶν οὐκ ἐχόντων 是表原因的独立属格结构。介词短语 ἐκ τῆς ἰσχύος(源自力量的)与冠词 τὸν 一同处于定语位置,修饰名词 στηριγμόν(支撑)。
- 260τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος
δίκαιός εἰμι 后接不定词(ὑποσχεῖν)构成了希腊语特有的人称结构,相当于非人称句 δίκαιόν ἐστί με ὑποσχεῖν(“由我来承担……是公义的”),意为“我理当承受四百九十重刑罚”。
- 260τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον
这是由主动词 εὑρήσεις(你将发现)支配的分词间接引语结构,τὸν Κύριον 为逻辑主语,完成时分词 γεγεννημένον 为谓语。与格短语 τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ 作表示时间或次序的与格(“在第七十七代传承中”)。
