- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:260#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔列举了该隐所犯的七桩罪孽(嫉妒、诡计、杀人、杀害手足、首开杀戒、令父母悲痛、向上帝撒谎),阐明了为何不让他立即被杀而让他苟活的缘由,并进而着手梳理上帝加诸其身的七重惩罚,阐释了前三项(受诅咒的土地、被迫的永续劳作、土地的不效力)。
ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν.1 ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ. Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται,2 τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι,3 ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων.
因此,在该隐胆大妄为的恶行中,第一桩罪孽是因亚伯受到恩宠眷顾而生的嫉妒;第二桩是诡计,他怀着这诡计对兄弟说话,道:“我们往田间去吧”;第三桩是杀人,是恶行的递增;第四桩是而且所杀的是手足兄弟,罪过更为深重;第五桩是该隐也是第一个凶手,为人间的生活留下了恶劣的先例;第六桩不义之行,是他使父母陷入悲痛;第七桩是他向上帝撒谎,因为当被问及“你兄弟亚伯在哪里”时,他说“我不知道”。因此,如果该隐被杀,这七桩报应之事便会被取消。因为当主说“那开口接受你兄弟之血的土地是受咒诅的”,又说“你必在地上呻吟战兢”时,该隐说:“倘若你今日将我从地上赶逐出去,我必躲藏而避开你的面,我必在地上呻吟战兢,凡遇见我的必杀我。”对此,主说:“并不如此,凡杀该隐的,必解开七桩报应之事。”因为该隐以为自己对任何人都是唾手可得的猎物,因为他在地上已无安全可言(因他的缘故土地已受咒诅),而且由于上帝因杀人案对他发怒,他也失去了上帝的护佑,仿佛无论在地上还是在天上都不再有任何救助留给他;他说,“凡遇见我的必杀我”;而圣言驳斥了他的错误,说“并不如此”,即“你不会被杀”。因为死亡对受刑者而言反是一种解脱,能带来免于痛苦的释放。“相反,你的性命必在生中得以延长,好使刑罚能够按照你所犯罪过的严重程度相称地加在你身上。”然而,既然“报应之事”可以有两种理解,既指招致报应所犯下的罪过,也指实施报应的惩罚方式,那么就让我们来看看,是否有七种刑罚加在了作恶者身上。 此前,论述已经列举了该隐的七桩罪孽。如今我们要探究加在他身上用于惩罚的事项是否也是七项,并作如下阐述。在主发问“你兄弟亚伯在哪里”之后——慈爱的人类之主提出这一询问,绝非出于想探知真相,而是如经文本身所显示的那样,为了给他提供悔改的契机;因为当他否认时,主迅速予以驳斥,说:“你兄弟的血的声音向我哀告。”由此可见,“你兄弟亚伯在哪里”是给他提供认识到自己罪过的契机,而不是作为教导上帝的手段。因为倘若他没有遇上上帝的鉴察,他便会有借口推说自己遭到了遗弃,没有获得任何悔改的机缘。如今大医师向他显现,好让这患病的人能够投奔祂寻求医治。然而他不仅没有隐匿这创伤,反倒增添了另一桩创伤,把谎言与谋杀连接在一起:“我不知道;我岂是看守我兄弟的人吗?”从这里开始,数算这些惩罚吧。“地因你的缘故受咒诅。”这是一项刑罚。“你必耕种土地。”这是第二项。因为一种难以言表的必然性与他联结在一起,催逼他去从事土地的劳作,以致即使他想休息也绝无可能,反而必须始终在那敌视他的土地上痛苦挣扎,那正是他用手足的血玷污、从而亲自为自己招致咒诅的土地。因此,“你必耕种土地”乃是一项可怕的惩罚:与憎恨你的人共处,与仇敌、永不休止的仇人为伴。“你必耕种土地”,即你在农耕的繁重劳作中竭尽全力,任何时候都不得停歇,无论昼夜都不能从辛劳中解脱,反而有一种比严酷的主人更为残酷的不可名状之必然性,不住地催逼你去劳作。“地也不再发挥它的效力。”然而,即便无休止的劳作真能带来果实,这劳苦本身对终日紧绷劳顿之人而言,也绝非轻微的折磨。但既然劳作既永无止息,针对土地的辛劳又毫无成果(因为土地不再发挥效力),那么这种劳苦的徒劳无功便是第三项刑罚。
- 260ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν
未完成过去时 παρελύετο 表达一种假设性或非事实性的推论(“倘若该隐被杀,这七桩报应之事便会被取消”)。介词短语 ἐν τῷ ἀναιρεθῆναι 由 ἐν 加上带冠词的被动不定词构成,表示时间或条件性伴随状况,宾格 τὸν Κάϊν 作该不定词的逻辑主语。
- 260ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται
οὐ μόνον οὐ 中前一个 οὐ 否定 μόνον,后一个 οὐ 否定 κρύπτει(“不仅没有隐匿……”)。宾格 ἕτερον 在语境中承前指代 ἕτερον ἕλκος(“另一处创伤”)。
- 260ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι
在由 ὥστε 引导的表示结果的不定词从句中,非人称动词 ἐξεῖναι 带与格分词短语 μηδὲ βουλομένῳ αὐτῷ(“即便他自己想要……”),不定词 ἀναπαύεσθαι 则作为 ἐξεῖναι 的逻辑主语补足语。
