← 该撒利亚的巴西流

书信集

§260#1

致奥普提穆书与该隐所受七倍之报应

巴西尔对主教奥普提穆派人送来的书信表示欣喜,并针对其就《创世记》4章15节关于该隐受七倍报应之难句的提问,给出了字面解释以及基于圣经中“七”之象征意义的深入阐发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§260#1

Ὀπτίμῳ ἐπισκόπῳ Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει.1 διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα,2 δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις. Ἔστι δʼ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων. Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν,3 ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας.

致主教奥普提穆 即使在别的情况下,我也乐于见到这些善良的青年,这既是因为他们超越年龄的稳重品行,也是因为他们与你之虔敬的亲近关系,由此人们对他们大可怀有极高的期许;而当我看到他们携带着你的书信来到我这里时,我对他们的喜爱便加倍了。当我读完这封信,并在其中同时看到你对各教会所抱有的关顾之情,以及你对诵读圣书的勤勉钻研时,我向主献上感谢,并向为我们递送如此书信的人们祈求各样福分,而在这之前,更先向给我们写信的你本人祈求福分。 你问及那句广为人知、被所有人随处谈论的名言究竟当如何索解,即:“凡杀该隐的,必解开七倍的报应。”通过这一询问,首先,你证明了自己严格遵守着保罗托付给提摩太的训诫,因为你显然专注于诵读;其次,你也唤醒了我们这些年事已高、因岁月的流逝、肉体的衰弱以及众多苦难而早已麻木之人——如今在我们周围激起的重重苦难压垮了我们的生命——尽管如此,你在圣灵中充满火热,将我们这些宛如在洞穴中冬眠的兽类般冰冷的人,重新引回到适度的警醒与生机盎然的行动之中。 这句经文既能够被如此质朴地理解,也能够接受更为多样的阐发。因此,那更为朴素且人人都极易想到的涵义乃是:该隐必须为他所犯的罪过付出七倍的惩罚。因为定下等额对等的惩罚绝非公义审判者的作风,若要使犯过者本人因受罚而变好,并通过其鉴戒使其余之人更加审慎,那么率先作恶之人就必须在应付的代价之外加上额外赔偿。因此,既然已经判定该隐对其罪孽偿付七倍的刑罚,经上所说的便是:凡杀他的人,就将废除这项通过上帝的审判落在他身上的定案。这便是从初读中直接呈现在我们面前的意思。 然而,更为勤勉之人的心智天生便惯于探究深处,因而会进一步追问:公义究竟如何在“七倍”之中得以成全?所谓“报应之事”究竟是什么?是犯下的罪孽有七桩,还是罪过仅有一桩,而针对这一桩罪过所施加的刑罚有七项?经书历来将赦免罪过的次数限定在七之内。经上说:“我的弟兄得罪我,我当赦免他几次呢?”(这是彼得对主所说的话)“到七次可以吗?”随后是主的回答:“我对你说,不是到七次,乃是到七十个七次。”因为主并没有转到另一个数目,而是通过倍增七这个数字,将赦免的界限定在其中。希伯来人每过七年便从奴役中得以释放;而古代七个七年的周期构成了著名的禧年,在这一年里,土地休歇守安息,债务得以豁免,奴役得以解除,一种崭新的生活仿佛重新建立,而旧有的生活在某种程度上在七这个数字中达到了终结。这些乃是现世的预表,而现世正是循着七日循环往复、从我们身旁飞逝而去的时代;在其中,按照良善之主的慈爱照管,较为轻微的罪过得以受罚偿清,免得我们在无穷无尽的永世中被交付受刑。因此,“七倍”是因其与这尘世的相类相通,因为贪恋尘世之人本就应当在他们正是为之而选择作恶的事物上遭受最大的惩罚。至于“报应之事”,无论你是说是该隐所犯下的过犯,你会数出七桩;抑或是说是审判官加在他身上的刑罚,你同样不会偏离经文的真意。

语法注3 条
  1. 260παραλύσει

    在七十士译本《创世记》4:15的引文(Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει)中,动词 παραλύω 意为“解开、取消、废除”或“承受/偿付(惩罚)”。巴西尔在后文中明确将其解释为废除上帝的判决,即杀死该隐之人将废除神圣审判所定下的承受七倍惩罚的定案。

  2. 260ἀκριβῶς φυλάττοντα

    分词 φυλάττοντα 为阳性单数宾格,它并未与主句主语(第二人称主格 αὐτός)一致,而是与前面的反身代词 σεαυτόν(第二人称宾格,动词 συνέστησας 的直接宾语)在性、数、格上保持一致,构成“证明了你自己是一个严格遵守……的人”。

  3. 260τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν

    省略了限定动词(如 ἐστί 或 λέγεται)的句式。作为主题的主格名词短语 τὸ μὲν οὖν ἑπτάκις(“至于‘七倍’这一说法”)直接后接介词短语 διὰ τὴν...(“是因为……”),其后跟由 ὡς 引出的属格独立结构(ὡς τῶν φιλοκόσμων ἀνθρώπων... ὀφειλόντων)用以说明理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:260#1