- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:259
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信修士帕拉迪乌与茵诺肯提乌,表达对他们的爱护以及对和平的期盼,体谅他们以双手劳作的修道生活而不苛求他们久留,只请求他们在祈祷中记念自己。
Παλλαδίῳ καὶ Ἰννοκεντίῳ μονάζουσιν Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν1 ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴν ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι ὁ Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι.2 οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
致修士帕拉迪乌与茵诺肯提乌 我有多么爱你们,你们应当从你们自己爱我们的程度中去揣摩。我固然始终渴望成为和平的调解者,而若遇挫折我也固然感到哀伤——因为怎能不哀伤呢?但我绝不能因此而怀恨任何人,因为我知道和平之善早已从我们当中被夺去了。然而,若分裂的原因在于他人,愿主使那些制造分裂的人得以止息。不过,我甚至也不要求你们持续在我们这里逗留;因此你们甚至不必为此向我申辩。因为我知道,那些选择了劳苦度日的生活、始终以双手为自己筹措生活必需之人,是不可能长久离开属于他们自己的地方的。然而,无论你们身在何处,请记念我们;并为我们祈祷,好使我们自身之间以及与上帝之间至少得享和平,在我们心中的思虑中不起任何动荡。
- 259ἐξ ὧν
关系代词的格吸引(attraction)。先行词 ἐκ τούτων 被省略,而原本应为宾格(内宾格 ἃ)的关系代词,被吸引成了所省略先行词的属格 ὧν。
- 259ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι
ὥστε + 不定词结构带否定词 μηδέ,不仅表示主句的结果(“因此甚至无需辩解”),而且带有禁止或劝诫的命令语气(“所以不必为此向我申辩”)。在 ὥστε + 不定词结构中,否定词通常采用 μή(μηδέ)(与直陈语气结构的 οὐ 相对)。
