← 该撒利亚的巴西流

书信集

§25

致安居拉的阿塔纳修斯与坦诚相告的请求

巴西尔回应了有关安居拉主教阿塔纳修斯因所谓异端著述而对自己发怒、诽谤并发出威胁的传闻,怀疑是异端伪托其名所致,并敦促对方坦诚说明缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

Ἀθανασίῳ ἐπισκόπῳ Ἀγκύρας Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν,1 οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα.2 ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. καίτοι τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. Ἀλλʼ, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν.3 Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα4 καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.

致安居拉主教阿塔纳修斯 从安居拉来到我们这里的一些人——他们人数众多,甚至难以计数,但所有人的言语都完全一致——向我报告说,您这位亲爱的人(我该如何委婉地表达呢?)回忆起我们时绝无好意,也丝毫不符合您平日的风范。然而,请您深信,人间之事没有一件能使我惊骇,万事万物的变化对我而言也绝非料想不到,因为我早已深知人性的软弱以及其极易倒向对立面的倾向。因此,即使我们的境遇有所变迁,从先前的尊荣变成了如今针对我们的辱骂与侮辱,我也并不以此为重大的事。但真正让我觉得匪夷所思且极不寻常的,乃是竟然由您对我们抱有如此态度,以至于对我们发怒、愤慨,甚至据听者之言,已然发出了某些威胁。 因此,对于这些威胁(实情总归要说出来),我完全是一笑置之。如果我惧怕这类恐吓怪物的把戏,那我可真就完全是个小孩子了。然而,真正让我感到可畏且值得深切忧虑的,乃是您素来的严谨与操守——我们深信这在极少数人中被保守为纯正信仰的支柱,以及古老而真实之爱的种子,用以慰藉诸教会——竟然在如此程度上沾染了当下的风气,以至于把流俗之人的诽谤看得比我们长期的切身经历更为权威,并在缺乏证据的情况下被诱导至荒谬的猜疑之中。不过,我为何要说是猜疑呢?因为据人们所言,那愤然作色并发出严厉威胁的人,似乎显露出的绝非猜疑之人的怒气,而是已经清楚且无可争辩地深信不疑之人的怒气。 然而,正如我所说,我们将原因归咎于如今的时代时局。因为,令人赞叹之人哪,在简短的书信中就您所愿之事仿佛与我单独交谈,这又能费多少力气呢?或者,如果您不信赖将此类事情托付于文字,召我到您那里去又有何难?如果非得说出来不可,且那难以抑制的怒火容不得任何拖延的余地,那么,哪怕在那些适合且天生善于保守秘密的亲友中起用一人,作为向我们传达话语的信使,也本该是轻而易举的事。可是如今,在因各种需要造访您的人当中,有谁的耳朵没有被灌满这种传闻,说我们正在著述并撰写某些毁灭性的灾祸之言?因为那些一字不差地复述您言论的人说,您确实使用了这个词。然而,即使我把自己的思绪引向千头万绪,也丝毫未能摆脱这种困惑。 以至于我心中甚至浮现出这样的念头:莫非是某位异端分子居心叵测地在自己的著作上伪署了我的名字,因而伤了您的纯正信仰,并驱使您吐露了那句话?因为您这位曾为了正统信仰经受了那些伟大而闻名遐迩的争战之人,绝不会容忍将此种辱骂加诸我们所写的著作之上——无论是针对那些胆敢声称既是圣子又是神的那位在本性上不同于父神的著作,还是针对那些亵渎圣灵为造物与受造之物的著作。如果您愿意公开宣告究竟是何事促使您对我们产生不满,您自己便能为我们解开这一困惑。

语法注4 条
  1. 25Ἀπήγγειλάν μοί τινες ... σέ, τὴν φίλην κεφαλὴν ... οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν

    主动词 ἀπήγγειλαν 带出宾格加不定式结构(σέ ... μεμνῆσθαι)。短语 τὴν φίλην κεφαλήν 作宾格主语 σέ 的同位语称谓,插入句 (πῶς ἂν εὐφήμως εἴποιμι) 隔开了前述成分与随后的否定副词短语 οὐχ ὡς ἥδιστα 及不定式 μεμνῆσθαι。

  2. 25καταμαθόντα

    该分词为阳性单数宾格,修饰前句动词 ἐκπλήσσει 的直接宾语代词 ἐμέ。句法上作修饰宾语的状语(原因)分词,意为“因(我)早已知晓……”。

  3. 25ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν

    这是一个非人称表达结构,句首带有分词短语(ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ)的宾格 ἐμέ 充当动词 ἀφίησιν 的直接宾语。主语是前面所谈及的事态(或隐含的“这事”),属格 τῆς ἀμηχανίας 为 ἀφίησιν 所要求的脱离属格(“使我从困惑中摆脱”)。

  4. 25Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν ... ἐλύπησέ σου τὴν ὀρθότητα

    动词 εἰσῆλθε 搭配表示人的宾格 με(意为“一个想法进入我心”)。随后的 μή 从句作表达忧虑或推测的名词性从句(“是否……/莫非……”),由于指涉过去已发生的事实,故接陈述语气不定过去时(ἐλύπησε, προηγάγετο)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:25