← 该撒利亚的巴西流

书信集

§258#2

安提阿的分裂与马古赛人的习俗

巴西尔论及安提阿教会的分裂,申明维持与主教梅勒提乌的正统相通并肯定三个位格的信仰,随后说明了定居于卡帕多细亚的马古赛人的独特习俗与起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§258#2

Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θελῇ· ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια. ὡς οὐκ ὤφειλε1 ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν.2 καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον.3 οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες· γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.

至于安提阿的教会——我指的当然是同心合意的那一部分——愿主有朝一日赐予我们得见它合而为一。因为该教会尤其面临遭受仇敌阴谋的危险,因基督徒这一称呼首先在当地人中确立,仇敌便对它怀恨在心。异端固然与正统分离,而正统本身也在其内部四分五裂。至于我们,既然在君士坦提乌斯时代首先为真理坦然无惧地发声并打过那场美好胜仗的人,乃是至受尊敬的主教梅勒提乌,且我的教会与他保持相通,因那坚定不屈的抗争而深爱他,藉着上帝的恩典,我们直到如今仍与他保持相通,若上帝愿意,我们也必将继续保持;因为至福的教皇亚他那修从亚历山大里亚前来时,也极愿促成与他的相通,然而因顾问们的恶意,他们的联合被推迟到另一个时期——本不该如此的。至于那些最近插足进来的人,我们尚未接纳其中任何一人的相通,这不是断定他们不配,而是因为我们在他(梅勒提乌)身上找不出任何可谴责之处。虽然我们从弟兄们那里听到了许多事,但并未采纳,因为正如经上所记:“不先听本人的话,不知道他所做的事,难道我们的律法还定人的罪吗?”受指控的人并未与告发者对质。因此,最受尊重的弟兄,我们还不能给他们写信,我们也不当被迫做此事。符合你爱好和平之初衷的做法,乃是不去联结一部分而撕裂另一部分,而是将分离的部分引向预先存在的合一。因此,首先请祈祷,然后尽你所能劝勉他们:从灵魂中抛弃争强好胜之心,为了使教会恢复力量并打压仇敌的骄横,使他们彼此达成和解。你的严谨在其余阐释良好而精确的教义上所增补的一点——即必须承认三个位格——也极大地安慰了我的心灵。因此,安提阿的弟兄们也当从你那里领受这教导;不过他们想必已经被教导过了。因为很显然,若非首先在他们身上确凿保证了这一点,你是不会选择与他们相通的。 至于马古赛人的族类(你在另一封信中屈尊向我们提及的),他们在我们这里人数众多,几乎散布于全境,是古时从巴比伦尼亚迁入我们这里的移民。他们遵循独特的习俗,与其他人互不往来;但既然他们被魔鬼活捉去顺从其心意,要对他们运用理性的言论是完全不可能的。因为他们那里既无书籍,也无教义的导师,而是共同生活在毫无理性的习俗中,子承父业地继承着不虔敬。在众人可见的这些事之外,他们将宰杀动物视为污秽而加以摒弃,藉他人之手宰杀生活所需的牲畜;他们狂热沉溺于非法的婚姻;将火视为神明;诸如此类。至于从亚伯拉罕而来的谱系,直到如今没有一个术士曾向我们讲述过;反而他们奉一个叫扎尔努阿的人为他们种族的始祖。因此,关于他们,我再没有什么可向你的尊荣书写的了。

语法注3 条
  1. 258ὡς οὐκ ὤφειλε

    连词 ὡς 后接 ὀφείλω 的未完成过去时,构成表达对过去事实的遗憾或违背事实的愿望的惯用表达(“本不该如此的”)。作为独立插入句,表达了作者对亚他那修与梅勒提乌的联合被顾问恶意阻挠这一事实的痛惜之情。

  2. 258ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν

    虽然 τούτου 在语法上可视为中性(“就此事而言”),但结合上下文,最自然的理解是指代前文提到的梅勒提乌主教的阳性单数属格(动词 καταγινώσκω 支配表示被指责人物的属格)。意为“因为我们在他(梅勒提乌)身上找不出任何可谴责之处”,从而不能轻率与对立的新来者建立共融。

  3. 258λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι... παντελῶς ἐστιν ἀδύνατον

    非人称句(παντελῶς ἐστιν ἀδύνατον)中,不定式短语 λόγῳ πρὸς αὐτοὺς κεχρῆσθαι 充当真正的主语。这里的 λόγῳ 指“理性的言辞或辩论”,随后的从句 καθό εἰσιν ἐζωγρημένοι...(“因他们已被魔鬼活捉……”)说明了这一不可能性成立的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:258#2