- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:258#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔赞扬主教埃庇法尼乌来信及派使探望是难得的爱心明证,并就橄榄山弟兄纷争的调停请求作出回应,重申坚守尼西亚信经且不增添新奇基督论教义的立场。
Ἐπιφανίῳ ἐπισκόπῳ Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα.1 ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι,2 ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον; Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν,3 ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου. τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
致主教埃庇法尼乌 主先前的预言早已预示,如今终于藉着诸事的经验得以证实的事——即因不法之事增多,许多人的爱心渐渐冷淡——并且此事已在我们中间占了上风,而由您的尊荣送来的书信似乎打破了这一局面。因为这诚然不是寻常的爱心明证:首先是记念我们这些如此微小且一无所值的人,继而又派遣弟兄来探望我们,他们堪称传递和平书信的称职使者。因为如今人人彼此心存猜忌,再也没有比这更罕见的景象了。四处皆无怜悯,四处皆无同情,没有为受苦弟兄流下的弟兄之泪。无论为了真理的迫害,无论全体民众哀恸的众教会,还是环绕着我们的这一长串繁多的灾难名录,都无法打动我们去互相关照。反而,我们践踏仆倒之人,在伤口上撕扯,我们这些看似秉持相同思想的人却加剧了来自异端者的侵害,甚至那些在最紧要诸事上达成一致的人,也必定在某一件单独之事上彼此分道扬镳。那么,我们怎能不赞叹在如此境遇中向邻舍显出纯洁无伪之爱、隔着将我们肉身分开的浩瀚大海与辽阔大陆、仍赐予我们灵魂以力所能及的关照之人呢? 我也赞赏您的这一举动:您满怀痛心地看待橄榄山弟兄们的分裂,并愿他们在彼此间达成某种和解。并且某些人私自炮制、在弟兄团体中制造混乱的言论没有瞒过您,您反而承担起关于这些事的关切,这些我也予以赞赏。然而,将如此重大之事的纠正委派给我们,我认为这不再符合您的明哲;因为我们这些人既因与罪恶同居而不受上帝恩典的引导,又因甘心离弃虚妄之事却尚未获得对真理教义应有的纯熟把握而毫无言辞的力量。因此,我们已写信给我们亲爱的弟兄,即在橄榄山的那些人,我们的帕拉迪乌与意大利人英诺森,以回复他们给我们寄来的信件:即关于尼西亚的信仰,我们不能增加任何东西,哪怕最微小的也不行,唯独对圣灵的颂赞除外,因为我们的先辈是在顺带之中提及这一部分,当时关于此事的争议尚未兴起。至于那些围绕主的道成肉身而交织于那信仰之中的诸教义,因其深奥莫测,超乎我们的领悟,我们既未细加推敲,也未予采纳;因为我们深知,一旦我们扰乱了信仰的单纯,我们就无法找到言辞的终点,争辩总会将我们推向更多纷争,并且我们会因引入奇谈怪论而极大地扰乱那些较纯朴之人的灵魂。
- 258Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα.
句首的“Τὸ πάλαι προσδοκηθὲν ... ἤδη κεκρατημένον”是不定式“λύειν”的直接宾语(中性单数宾格),它被倒置在主句主语“τὰ γράμματα”(中性复数主格)和主要动词“ἔδοξε”之前,构成了显著的倒装结构。“ὅτι”引导的从句(因不法之事增多,爱心渐渐冷淡)是解释“Τὸ πάλαι προσδοκηθέν”的具体内容的同格从句,而“ἤδη κεκρατημένον”是修饰同一宾语的宾格分词。句子的核心骨架为“τὰ γράμματα ... ἔδοξε λύειν τὸ πάλαι προσδοκηθέν”(送来的书信似乎打破了那早已预料之事)。
- 258οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι
主格分词短语“οἱ δοκοῦντες ...”与紧随其后的主要动词“ἐπιτείνομεν”(我们加剧)未明写的第一人称复数主语构成同位语。在语义上表示“我们这些表面上秉持相同思想的人,反而加剧了来自异端者的攻击与侵害”。
- 258ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν
代词“ἐκεῖνο”是动词“ἐνόμισα”的直接宾语,其后带冠词的不定式短语“τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν”(把如此重大之事的纠正托付给我们)作为同位语对其进行具体说明。“τῆς σῆς ... συνέσεως ἄξιον”充当宾语补足语(“配得上您的明哲”),形容词“ἄξιον”支配属格“συνέσεως”。
