← 该撒利亚的巴西流

书信集

§257

致遭受阿里乌派逼迫的修道士与殉道者的赏报

巴西尔勉励遭受阿里乌派迫害的修道士,指出正因他们承受着同族伪善的逼迫,其赏报必胜过昔日的殉道者,并劝勉他们勿因大众的摇摆或神职人员的背信而动摇信仰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§257

Μονάζουσι καταπονηθεῖσιν ὑπὸ τῶν Ἀρειανῶν Ἃ κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα δὴ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμόν,1 τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων.2 διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν. Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι.3 ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει ὁ Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.

致遭受阿里乌派折磨的修道士们 当我听说上帝的仇敌给你们带来的试炼时,我心中所发出的话语,我认为正应当借着书信告知你们:即在被认为是平安的时代里,你们为自己获得了为基督之名受迫害之人所存留的福分。因为绝不能因为作恶之人披着温和顺良的名义,就因此认为他们的所作所为不属于仇敌。因为我认为来自同族的争战更为险恶,因为对于那些公开宣告的敌人尚容易提防,但面对与我们混杂在一起的人,我们必然暴露于各种伤害之中——这正是你们所遭受的。因为我们的先辈固然也曾遭受迫害,但那是来自拜偶像之人;他们的产业被劫掠,房屋被倾覆,他们自己也被流放,然而那是出于为了基督之名公然与我们为敌之人。但如今出现的迫害者对我们的憎恨丝毫不亚于他们,却为了欺骗大众而抬出基督之名,以致受迫害之人连从认信中所能获得的安慰也得不到,因为多数较为单纯的人固然承认我们遭受不公,却并不将我们为真理的死亡算作殉道。因此我深信,公义的审判者为你们所积存的奖赏,比为当时殉道之人所积存的更为盛大;因为那些人既得到了人所公认的称赞,又等候着来自上帝的赏报,而你们付出了同等的壮举,却得不到来自民众的尊荣;因此在将来的世代里,为虔敬所付出的辛劳理当获得加倍丰厚的报偿。 因此我们劝勉你们在患难中不要丧胆,反要在对上帝的爱中自我更新,日日增添热忱,深知敬虔的遗存应当在你们中间得以存留,那正是主降临时将在地上寻见的。哪怕教会的主教们被驱逐,愿这事不要动摇你们;哪怕从圣职人员自己中间滋生了背叛者,愿这也绝不腐蚀你们对上帝的信赖。因为拯救我们的不是名号,而是意志的抉择以及对创造我们之主的真实爱心。你们当思想,在谋害我们主的阴谋中,祭司长、文士和长老合谋设下诡计,而民众中真诚接受道的人却寥寥无几;并且得救的不是群众,而是上帝的选民。因此,民众的乌合之众绝不要令你们惊恐,他们就像海水被风吹荡一样摇摆不定。因为哪怕只有一人如所多玛的罗得一般得救,他也当坚守正确的判断,对基督怀着不可动摇的盼望,因为主绝不会离弃祂的圣徒。请替我问候所有在基督里的弟兄;请真诚地为我这可怜的灵魂祈祷。

语法注3 条
  1. 257ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμόν

    ὅτι 引领的从句充当同格解释性从句(epexegetical clause),具体阐明句首 ταῦτα(先行词为 Ἃ)的具体内容,紧承主句不定词短语 καλῶς ἔχειν ἀπαγγεῖλαι(认为当告知),指出要向对方宣告的核心实质。

  2. 257εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων

    此句属于属格独立结构(τῶν πολλῶν... ὁμολογούντων... μὴ λογιζομένων)的后半部分。动词 λογίζομαι 支配宾格补足语(τὸν... θάνατον),介词短语 εἰς μαρτύριον 作表语性补足(“将……算作殉道”)。与格 ἡμῖν 表关涉或利益(“于我们而言”)。

  3. 257λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι

    阳性复数定冠词 οἱ 及分词 μεταφερόμενοι 与前面语法上为阴性单数的短语 λαοῦ πολυοχλία(民众的众多群体)形成意念一致(constructio ad sensum / synesis),转而指代组成群体的众人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:257