← 该撒利亚的巴西流

书信集

§255-256

致维图斯的问候与对受难修士的劝勉

巴西尔致信卡莱主教维图斯,谈及长老桑克蒂西穆斯从西方归来所带回的消息;随后致信遭受逼迫、住所被焚的长老阿卡基乌斯及众修士,称赞其坚忍的信心,并勉励他们为教会重获和平而不住祈祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§255

Βίτῳ, ἐπισκόπῳ Καρρῶν Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατʼ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.

致卡莱的主教维图斯 但愿我能每天都写信给你可敬的品德。因为自从体验了你的爱心之后,我便怀有极大的渴望,首先是与你同住,若不可行,至少也能互致书信,使我得以告知自己的近况,并获悉你的身体与心情。然而,既然我们并非所愿皆能如意,而是主赐予多少,我们就应当怀着感恩领受多少,因此我们感谢了神圣的上帝,因祂借着我们最亲爱且虔敬的弟兄同劳长老桑克蒂西穆斯的到来,赐给了我们给你可敬的品德写信的机会。他在旅途中历经诸多辛劳,必会向你确切叙述他在西方所见的一切;为此我们也当感谢主并敬拜祂,愿祂也赐予我们同样的平安,使我们得以坦然无拘地互相接纳。请替我们向所有在基督里的弟兄问安。

§256

Τοῖς ποθεινοτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες1 ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν2 τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼ εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, δι’ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας3 πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.

致最亲爱且虔敬的弟兄们,同劳长老阿卡基乌斯、埃提乌斯、保罗和西尔瓦努斯,助祭西尔维努斯和卢基乌斯,以及其余修道的弟兄们,主教巴西尔问安。 我听说那场残酷的迫害向你们袭来,听说复活节刚过,那些“为了争竞和斗殴而禁食”的人便袭击了你们的帐棚,将你们辛劳的成果付之一炬——他们固然是为你们预备了天上非人手所造的居所,却是在为他们自己积蓄那用于谋害你们的烈火。对于所发生的事,我固然发出叹息,弟兄们,这绝非为你们感到悲痛——断乎不是!——而是为那些被邪恶彻底吞没、乃至将其恶行扩张到如此地步的人叹息。我本立刻预料你们所有人都会奔向我们卑微之所,将其当作现成的避难处;我满心盼望主会借着拥抱你们,赐我从连绵不断的痛苦中得享喘息,并盼望借着让我这虚弱无力的身体领受你们为真理所流的美好汗水,能使我得以分享几分真理的审判者为你们积存的奖赏。但既然你们全然未作此想,也未曾指望从我们这里获得任何慰藉,我便渴望至少能找到频频向你们致信的机会,以便像那些从旁向参赛竞技者呼喊呐喊的人一样,自己也能借着书信向你们高呼,以勉励你们美好的奋战。然而因着两个缘由,连这也未能让我们轻易办到:其一,是我们不知道你们寓居何处;其二,则是从我们这里前往你们那里的人寥寥无几。 但如今主引领了我们最亲爱且虔敬的弟兄同劳长老桑克蒂西穆斯来到我们这里,借着他,我们既向你们的爱心致意,也劝勉你们为我们祈祷;你们既欢喜雀跃于你们在天上的赏赐是大的,就当作为在主面前有坦然无惧之发言权的人,昼夜不停地向祂呼求,好使教会的这场风暴止息,牧人们被归还给民众,教会也重获其固有的尊严。因为我深信,若能找到打动良善之主的声音,祂必不会久延祂的怜悯,而必在降下试炼的同时,也为我们开一条出路,叫我们能忍受得住。请替我们向所有在基督里的弟兄问安。

语法注3 条
  1. 256οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες

    化用《以赛亚书》58:4七十士译本文句(“看哪,你们禁食,却招惹争端和争闹……”)的反讽表达。带冠词分词 οἱ νηστεύσαντες 用作实质名词,作后文分词 ἐπελθόντες 及主要动词 παρέδωκαν 的主语。

  2. 256ἕξειν τινὰ κοινωνίαν

    此不定式短语与前文的 ὅτι δώσει μοι ὁ Κύριος... 并列,但句法上由 ὅτι 引导的从句转为由 ἐν ἐλπίδι εἶχον 支配的带宾格不定式结构(句法脱节/破格现象)。ἕξειν 的逻辑主语依据上下文为巴西尔本人(第一人称单数)。

  3. 256μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας

    动词 ἀνίημι(此处为第二不定过去式不定式 ἀνεῖναι)与补充性分词(βοῶντας)连用,意为“停止/松懈于做某事”(类似 παύομαι 的用法)。整个不定式短语由 παρακαλοῦμεν ὑμᾶς 支配,分词宾格 βοῶντας 与逻辑主语 ὑμᾶς(同受 ὡς ἔχοντας 修饰)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:255-256