← 该撒利亚的巴西流

书信集

§252-254

殉道者节期之邀与使者桑克蒂西穆斯之行

巴西尔邀请本都教区的主教们莅临参加殉道者纪念节庆(第252封信),向安提阿的长老们引介带来西方消息的使者桑克蒂西穆斯(第253封信),并致信拉奥迪西亚主教佩拉吉乌斯,托付同一使节汇报近况并恳请其代祷支持(第254封信)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§252

Ἐπισκόποις τῆς Ποντικῆς διοικήσεως Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία,1 διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον,2 δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.

致本都教区的众主教 对殉道者的敬礼,对于一切仰望主的人而言都是极受珍视的,而对于自任于美德的你们更是如此,你们借着对同为仆人的优秀者所怀的情分,彰显了对众人共同的主宰的善意;况且,谨严的生活与那些凭坚忍达于完全的人之间,本就存有某种相通相连。既然欧普西修斯与达玛斯,以及他们周围的那列圣徒——每逢年岁,我们的城邑和四邻全境都为他们举行纪念——在殉道者中最为杰出,教会便借着我们的呼声发出劝勉,提醒作为自身固有装饰的你们恢复昔日造访的旧俗。因此,既然在这寻求从你们得造就的民众中间,有一项大工摆在你们面前,且敬奉殉道者的功赏也已存留,就请接纳我们的祈求,允准这一恩惠,以微薄的辛劳施予我们巨大的恩德。

§253

Πρεσβυτέροις Ἀντιοχείας Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν δι’ ἑαυτοῦ παραστήσας. καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.

致安提阿的众长老 你们为上帝的众教会所怀有的忧虑,我们最亲爱且虔敬的弟兄同劳长老桑克蒂西穆斯,将借着叙述整个西方对我们的仁爱与情意,在一定程度上使之舒缓;但在另一方面,他也必亲自向你们清晰陈明当下的局势需要何等巨大的热忱,从而将其唤起并更加激发。因为其他人各自向我们报告那里的士人见解和局势状况时,都仿佛只讲了一半;然而他本人既善于体察人们的志向,又善于确切探查局势的状况,必将万事告知你们,并引导你们美好的热忱通向一切事工。因此,你们便有了切合你们完美意志的材料,而这种意志是你们在为上帝众教会的忧虑中始终显明出来的。

§254

Πελαγίῳ, ἐπισκόπῳ Λαοδικείας Συρίας Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ,3 καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.

致叙利亚拉奥迪西亚的主教佩拉吉乌斯 愿主有朝一日赐予我本人也能得见你真实的敬虔之面容,并使我们得以在亲临之时补足书信中遗漏的一切。因为我们动笔迟缓,极需辩白道歉。但既然我们最亲爱且虔敬的弟兄同劳长老桑克蒂西穆斯在场,他必会亲自将一切向你细诉,不论是我们这边的情况,还是来自西方的情势。由后者他固然会带来欢欣,但叙述困扰我们的纷乱时,或许也会为你善良心中本已存留的心绪平添几分忧愁与挂虑。然而,能够打动主的你们有所忧伤,决非无益之事。因为你们的挂念必将化为我们的益处,而且我深知,得着你们祷告的同工,我们必能蒙受来自上帝的护佑。如果你同心为我们祈求免除这些忧虑,并祈求我们肉体的力量得着某种增添,主必会引导我们顺利实现心愿,得睹你端庄的面容。

语法注3 条
  1. 252ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία

    句首的 ἐπεὶ οὖν 引导原因从句,其谓语系动词 εἰσίν 被省略(“既然欧普西修斯与达玛斯及其同列在殉道者中最显赫”)。在插入关系从句(ὧν ἡ μνήμη... τελεῖται)之后,主句以 ἡ Ἐκκλησία 为主语、ὑπομιμνήσκει 为主动词继续展开,并以 ὑμᾶς 及其同位语 τὸν ἴδιον ἑαυτῆς κόσμον(“你们,即她自身的荣美装点”)作为直接宾语。

  2. 252καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον

    该句与前文由 ὡς 引出的属格绝对结构(ἐργασίας μεγάλης προκειμένης ὑμῖν)平行并列。传世手抄本中存在属格复数 μισθῶν 与中性单数分词 ἀποκείμενον 的格与数的不一致。这或是属格绝对结构(μισθοῦ ... ἀποκειμένου)的讹误混淆,或是将 ἀποκείμενον 视为非人称宾格绝对结构,抑或是原本读作宾格绝对结构(μισθὸν ... ἀποκείμενον)。在句法上,它承接前面的 ὡς,作为说明背景原因的从属从句。

  3. 254εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ

    抽象名词短语 τῇ ἀληθινῇ σου θεοσεβείᾳ(“你真实的敬虔”)用作指向当事人本人的尊称(abstractum pro concreto)。与表示趋向的动词短语 εἰς ὄψιν ἐλθεῖν(“来到视线中/会面”)以与格结合,意为“来到您面前”或“与您当面相见”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:252-254