← 该撒利亚的巴西流

书信集

§251#2

斥责欧斯塔修斯的变节与坚守正统信仰

作者斥责了欧斯塔修斯等人见风使舵的变节行径与利己企图,并重申己方始终坚守关于圣灵与三位一体的纯正信仰,勉励信徒在普世普世教会的纯正共融中站立得稳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§251#2

Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν,1 οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς2 τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν,3 καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

欧斯塔修斯路经帕弗拉戈尼亚时,推倒了帕弗拉戈尼亚人巴西利德斯的祭坛,在自己的餐桌上施行圣事;然而如今他却向巴西利德斯恳求,以求被其接纳。他因最虔敬的弟兄埃尔皮迪乌斯与阿马西亚之人有所交往而将其绝罚;然而如今他却向阿马西亚人恳求,企图寻求与他们的共融。他对欧伊庇乌斯的抨击是何等骇人听闻,你们自己也是清楚的。然而如今,只要那些持守那人观点的人协助他致力于复职,他便因其正统性而对他们大加赞美。而我们之所以遭受诽谤,并非因为我们做错了什么,而是因为他认为这能为他在安提阿人那里博得好感。至于他们去年从加拉太召来的人——以为借着他们便能重新获得主教职位的公然权威——乃是与他们稍有接触之人也深知其底细的;然而愿主永不赐给我如此多的闲暇,以致去逐一数算他们的行径。不过,他们在他们最尊贵的侍从与同修者的护送下走遍了他们的整个地方,享受着属于主教的尊荣与侍奉;并且他们带着权柄召集聚会,声势赫赫地被迎入城中。因为信众交给了他们,祭坛也交给了他们。然而当他们一直前进到尼科波利斯,却丝毫未能实现所应许之事后,他们是如何返回的,在归途上又是何等模样,当时在场的人心中有数。由此可见,他们行事始终全为了自身的私利。如果他们说自己已经悔改,那就让他们出示书面的悔罪文书、对君士坦丁堡信经的绝罚令,以及与异端分子的脱离,而不要欺骗那些较为单纯的人。他们那边的事情大致就是如此。 然而,亲爱的弟兄们,我们虽然微小卑微,但靠着上帝的恩典始终如一,绝未曾随事态的变迁而随波逐流。在我们这里,信仰并非在塞琉西亚是一套,在君士坦丁堡是一套,在泽拉是一套,在兰普萨库斯是一套,而在罗马又是另一套;现在流传的信仰也并不异于先前的信仰,而是始终如一。因为我们如何从主领受,就如何受洗;如何受洗,就如何信奉;如何信奉,就如何颂赞,既不将圣灵与圣父和圣子隔绝开来,也不把祂置于圣父之前,更不说圣灵比圣子更为长久,如同那些亵渎者的口舌所捏造的那样。因为有谁竟然如此狂妄,胆敢弃绝主的立法而为这些名号自行构想等次呢?相反,我们既不称与圣父和圣子同列的圣灵为受造物,也不敢称那居统治地位者为奴仆性的。我们劝勉你们谨记主的警告——祂曾说:人的一切罪和亵渎都必蒙赦免,但亵渎圣灵的,无论在今世还是在来世,都不得赦免——当提防针对圣灵的有害教训。你们要在信仰中坚立,举目环顾普天下,看哪,患病的不过是这小小的一部分,而从地极到地极领受了福音的所有其余教会,都坚守着这健全而纯正的教义。我们祈求自己不致脱离与他们的共融,也同心为你们祈求,使你们在我们的主耶稣基督公义的日子里,当祂降临照各人的行为报应各人时,能够得着你们的分。

语法注3 条
  1. 251οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν

    前置关系从句结构。关系代词 οὕς 作从句从属动词 μετεστείλαντο 的宾格宾语,且整个关系节置于主句表语 τοιοῦτοί εἰσιν 之前,先取了主句中省去的主语先行词。

  2. 251καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς ... φυλάξατε ἑαυτοὺς

    破格句(anacoluthon)现象。主动词 παρακαλοῦμεν(“我们劝勉”)带出指代听众的宾格分词 μεμνημένους,而其实际劝勉的内容则直接以第二人称复数祈使语气动词 φυλάξατε ἑαυτοὺς(“你们当防范自身”)承接。

  3. 251ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν

    关系代词属格 ὧν 指代前文所述的普世教会信徒(ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία),作名词 τῆς κοινωνίας 的定语属格(“与他们的共融”);名词 τῆς κοινωνίας 本身则作不定词 ἐκπεσεῖν 所要求的夺格性/分离属格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:251#2