← 该撒利亚的巴西流

书信集

§251#1

称赞埃瓦埃萨信徒的坚守并揭露反对派的虚伪

巴西尔赞扬埃瓦埃萨信徒未受诽谤动摇而坚守正道,并揭露反对派的虚伪与矛盾:他们如今竟然与自己曾定为异端之人的继承者勾结来指控巴西尔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§251#1

Τοῖς Εὐαισηνοῖς Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι. Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν κατηγορίας προφέροντες, ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο1 τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα δὲ ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες2 τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες. Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.3

致埃瓦埃萨人。 尽管包围着我们的事务繁多,我们的心思为无数忧虑所困,但我们绝未从记忆中摒弃对你们爱心的关切,祈求我们的上帝使你们坚守在那信德之中,你们正立足于此,并因上帝荣耀的盼望而夸耀。因为说实在的,如今要见到一个纯全的教会已极难寻得且极为罕见,它既未因时局的艰难而遭受丝毫损害,反倒完好无损地保守着使徒的教导,正如在每一世代显明配得上祂召选之人的那位,在当今时代将你们的〔教会〕展现出来的那样。 愿主将上层耶路撒冷的美福赐予你们,因你们将针对我们的虚假诽谤退还到那些说谎之人的头上,未容它们侵入你们的心灵。在主里我知道且确信,在天上为了这一行为,你们的赏报也是丰厚的。因为你们在自身之中明智地考量了这一点——这确实是事实——即那些以恶报我之善、以恨报我向他们所存爱心的人,如今在他们自己被发现曾写下书面认信的那些要点上诽谤我。 他们不仅因向你们出示自己控告的文书而陷入了这般矛盾,而且尽管被聚集在君士坦丁堡的人一致表决罢免,他们却不接受对自己的罢免,称其为废弃律法者的会议,且不肯称他们为主教,以免承认针对自身作出的判决。他们还补充了那些人不是主教的缘由,说是因为他们主持了邪恶的异端。这些事发生在不足十七年以前。罢免他们的人的首领是欧多克西乌斯、欧伊庇乌斯、乔治、阿卡基乌斯,以及你们所[熟知]的其余之人;而如今掌管那些教会的人正是他们的继承者,有的接替他们受按立,有的则由他们亲手提拔。 那么现在,那些指控我们怀有异端思想的人不妨告诉我们:他们拒不接受其罢免裁决的那些人,究竟如何是异端,而由那些人提拔且与他们的先辈持守相同思想的这些人,又如何是正统?因为倘若欧伊庇乌斯是正统,那么被他罢免的欧斯塔修斯岂非平信徒?而若那人是异端,由他的手提拔之人如今又怎能与欧斯塔修斯共融?然而这些不过是针对上帝教会所耍弄的儿戏,出自那些为了自身利益而企图既诽谤他人又再次推举他人之人之手。

语法注3 条
  1. 251ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο

    此句承接前文的“οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν...”(他们不仅陷入这种矛盾……)。“ἀλλʼ ὅτι...”构成并列补充或省略性从句(意为“而且因为/而且事实是……”),引导由分词“καθαιρεθέντες”修饰的主动词“οὐκ ἐδέξαντο”,指出反对派拒绝接受自身被免职的事实。

  2. 251καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες

    写本和句法上的疑难之处,通常推测“τῶν ὑμῖν”之后脱落了如“γνωρίμων”(“你们所熟知的”)等词,或构成了破格句(anacoluthon)。紧接着的“οἱ δὲ νῦν κρατοῦντες...”构成了与前半句“ἦσαν δὲ οἱ ἔξαρχοι...”相对比的新主语(“而如今掌管的人……”),因此“καὶ οἱ λοιποὶ τῶν ὑμῖν”应归入前面对罢免者首领的列举末尾。

  3. 251ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.

    关于末尾属格分词“ἐπιχειρούντων”的语法归属。句子的核心表语是主格名词“παιδιαὶ αὗται”及其同格被动分词“παιζόμεναι”(“针对上帝的教会所耍弄的儿戏”),而属格分词“ἐπιχειρούντων”(企图……之人)则用作所有属格或施事属格,表示这场把戏的操弄者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:251#1