- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:248-250
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信安菲洛基乌斯,述说其教区遭遇异端分子的暴力与迫害并请求审阅其著作,随后引荐了一位虔敬的弟兄,并严厉驳斥了帕特罗菲卢斯在和平幌子下与裂教者妥协的主张,敦促其坚持福音真理。
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου·1 ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος. Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τῶν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
致伊科尼乌姆主教安菲洛基乌斯。 每当我们顾及我们自身的愿望时,便因与你的虔敬相隔如此遥远而深感痛苦;但每当我们顾及你自身生活的安宁时,便感谢主,因为祂将你的虔敬从这场大火中拯救了出来,而这场大火尤甚地吞噬了我们所属的教区。因为公义的审判者照着我们的行为,赐给我们一个撒但的差役,使劲击打我们,竭力维护异端,并将反对我们的战争推向如此极端,以致连信靠上帝之人的鲜血也不予顾惜。你的爱心必定已知晓,某位名为阿斯克勒庇乌斯的人,因不愿选择与多益同流共融,在他们的拳打脚踢下死于创伤之中,或者更确切地说,是借着这些创伤被迁入了生命之中。其余的一切事,请你皆视作与此相随之类:对长老和教师的迫害,以及依仗官长权柄行使自身意志之人所能做出的其他一切恶行。然而,借着你的祈祷,主必赐给我们对这些苦难的解脱与忍耐,使我们能相称于对祂的盼望而承受试炼的重负。 亦请你自己不断致信告知我们关于你自己的近况。倘若你在信赖的人中找到能够转交我们所撰写的那本书之人,请务必差人索取,以便我们在倚重你的审评后,能够放心地将它分发到其他人手中。愿你在主里康健、安乐,为我们代祷,借着圣者的恩典被赐予我和主的教会。
Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.
无题,关于一位虔敬之人。 我为这位弟兄感到欣喜,他既脱离了此处的骚乱,又投奔了你的虔敬。因为他为自己选定了通往来世的善美资粮,即与敬畏主之人共同过上善美的生活。我们也在此将他托付给你的尊荣,并恳求借着他为我们可怜的生命代祷,好使我们从这些试炼中获释,开始照着福音事奉主。
Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς ἐκκλησίας Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλʼ, ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν,2 ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι,3 καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο.4 Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.
致埃盖教会主教帕特罗菲卢斯。 对于先前信件的回复,我虽收到迟缓,但终究通过最亲爱的斯特拉提吉乌斯收到了,并且我感谢主,因你在对我们的爱上始终如一。至于你如今就同一议题赐教的信件,足证你的良善心志,即你所思合宜,并向我们进献有益之劝诫。 然而,既然我再次看到,若要一一回复你的通达所寄来的每项细节,我的言辞必将过于冗长,故我仅言及此点:和平的善美若仅被和平的名义所框定,那么挑选出某某等人、只向他们施予和平,却将无数其他人排除在归向善美的共融之外,乃是可笑的;但若是在和平的幌子下与有害之人达成一致,会对接纳他们的人做出仇敌的行径,那么请审视那些以不义的仇恨来恨我们的人使自己与之混杂的究竟是何等人——无非是与我们断绝共融之派别的人;因我如今不必提名述说他们。这些人被他们召至塞巴斯蒂亚,占据了教会,在祭坛前主持圣事,并将他们自己的饼分给全体民众,在当地教士面前被宣布为主教,并作为圣洁与可共融之人被他们护送穿行整个地区。若应当选择他们那一派,那么从爪子开始着手、而不与他们的首脑直接对话,实乃可笑之事。 因此,倘若根本不应将任何人视为异端或予以回避,那么请告诉我,你究竟为了什么而将自己分别出来并回避与某些人的共融?但若确有应当躲避之人,就请那些在凡事上讲求严谨的人,按照严谨的标准告诉我们,他们从加拉太拉拢到自己身边的那些人究竟属于哪一派别。 这些事在你看来若是值得悲叹的,便请将分离的罪责归于造成这些事的人;但若你认为无足轻重,就请宽恕我们这不肯成为传异教之人的面酵之人。因此,若合你意,请摒弃那些冠冕堂皇的言辞,坦诚无隐地斥责那些不在福音真理上端正行事的人。
- 248ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου
完成时被动分词 διῳκισμένοι 作主格补足语/原因分词,与动词 ἀχθόμεθα 的主语(第一人称复数)一致,意为“因与你的虔敬相隔如此遥远而感到痛苦”。τοσοῦτον 为表示程度或距离的状语性宾格。
- 250καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν
不定式 μεταδιδόναι 作非人称短语 καταγέλαστόν ἐστι 的主语。不定式的逻辑主语由宾格分词 ἐκλεγομένους(泛指人称)体现,支配其宾语 τὸν δεῖνα καὶ τὸν δεῖνα(“选出某某等人”)。τούτοις 为 μεταδιδόναι 所支配的与格补足语,冠词不定式 τοῦ εἰρηνεύειν 则是表示分享的属格宾语。
- 250ἐκ τῶν ὀνύχων ἄρχεσθαι
习语表达,意为“从指甲/末端开始”,与后文的 αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς(“他们自身的首脑/要害”)相对照,讽刺那种只从微末处着手而不直接去同首脑理论的荒谬做法。
- 250τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο
间接疑问句 τῆς ποίας εἰσὶ μερίδος 的主语被省略,而由关系从句 οὓς ... προσηγάγοντο(“他们从加拉太拉拢到自己身边的那些人”)吸收了先行词来充当。结构相当于:“让他们告诉我们,那些被他们拉拢来的人属于哪个派别”。
