← 该撒利亚的巴西流

书信集

§23-24

托付初入修道者与致阿塔纳修斯书

第一封信中,作者向一位修道士推荐并托付一位立志离俗修道者以接受指导与培育;第二封信致安居拉主教阿塔纳修斯之父阿塔纳修斯,勉励他不受毁谤所累、活出美德的榜样,并澄清流言并非来自副主教提摩太。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

Παραθετικὴ πρὸς μονάζοντα Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ1 καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαι τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου. Διὸ γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναι αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπʼ αὐτῶν ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ δι’ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνος τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον ἡ πάλη. ὃ τοίνυν ἐγὼ μεθʼ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.

致修道士的推荐信 某人按他自己的说法,因看破了今生的虚妄,深知今生令人愉悦之物在此处便走向毁灭,仅仅是为永火预备燃料,且转瞬即逝,故而投奔于我。他渴望脱离那充满困苦与哀叹的生活,抛弃肉体的享乐,从此踏上通往主之居所的道路。因此,如果他在本性上确实渴望那真正有福的生活,并且在自己的灵魂中怀抱那美好而受赞誉的热望,全心、全力、全意爱主我们的神,那么,由你们的虔诚向他指出那条狭窄而艰难之道路的险阻与艰难,并将他坚立在对如今尚不可见、但在应许中为配得主之人所存留的美好福分的指望之中,乃是必不可少的。 因此,我修书恳求你们在基督里无比的完全,若有可能,即使没有我在场,也能照着合神心意的方式规范他的弃俗,并按照圣父们认为合理且在书面中陈明的教导培育他;使一切符合修道严格戒律的事项均已向他提出,从而引导他进入这种生活,自愿承担为了敬虔而行的争战,使自己顺服于主轻省的轭,效法那为我们成为贫穷、披上肉身的主而生活,瞄准目标奔向向上召引的奖赏,蒙主悦纳。因我见他急于在此地领受属神的爱之冠冕,便予以推延,原是希望与你们的虔诚一同为他在此类竞技中涂抹操练,并从你们之中由他自己挑选一位立为教练,以便通过专注而有福的看顾,善加训练,将他塑造成合格的摔跤手,能够击伤并击溃统治这幽暗世界的首领以及属灵的恶魔——正如蒙福的使徒所说,这正是我们摔跤的对手。因此,我原本愿与你们一同作成的事,愿你们在基督里的爱即使没有我也予以完成。

§24

Ἀθανασίῳ τῷ πατρὶ Ἀθανασίου τοῦ ἐπισκόπου Ἀγκύρας Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφιβάλλειν. τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβὴν μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα μήτε τοῖς κατʼ ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταῤῥήσεις. μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος. Πλὴν ἀλλʼ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ, εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρʼ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι’ αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι· καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα, μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι2 εἰς ὑπόδειγμα ἀρετῆς. Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας καὶ ἡ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία. Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν ὁ χωρεπίσκοπος ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυλληθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.3

致安居拉主教阿塔纳修斯的父亲阿塔纳修斯 人的生活能够免于诽谤乃是最为艰难之事,甚至可以说是绝无可能,对此我深信不疑,亦深信您的仁德对此不存怀疑。然而,无论是对那些严密窥视事物之人,还是对那些恶意窥伺我们失足之人,不从自身给他们留下丝毫把柄,这对于明智且依照敬虔目标度日之人而言,既是可能的,也是其本色。但请不要以为我们是如此轻浮或容易受诱导,以至于不加审查便听信流俗之人的毁谤。因为我们谨记那属灵的戒命,它告诫人们不可听信虚妄的风声。 然而,既然你们这些精研辞章之人自己也说,可见之物乃是不可见之物的征兆,我们便提出这一要求(若我们以教导的形式说出什么,请不要感到沉重;因为神拣选了世上软弱的和被鄙视的,且常常借着他们成全得救之人的救恩):我所说的和吩咐的正是这事:一切言语,一切当作的行为,皆须深思熟虑地施行;并且按照使徒的教导,在凡事上不可成为任何人的绊脚石。因为我认为,对于一个在研习言辞上付出诸多汗水、治理过各族与诸城邦之统治,并对先祖伟德怀抱热忱之人而言,其生活展现为美德的榜样乃是恰如其分的。 然而,关于对儿女的情感,您如今毋需用言语表明,因为自从您成为父亲以来早已表明了这一点——不仅动用了连无理性的动物也施予其后代的自然之爱(正如您自己所言,且经验亦予以证明),而且显然出于自主选择而加深了这份爱,因您看到他们配得上父亲的祈祷。因此,关于这些事,并不需要我们去被说服,因为来自事实本身的见证已然充足。 然而,为了真理起见,补充这一点并非不合时宜:向我们报告流传之事的并不是副主教提摩太弟兄。因为无论在会面中还是在信函里,他看来都未曾吐露过哪怕一丝一毫涉及对您的诽谤。因此,我们固然不否认听到了某些事,但绝非提摩太在针对您制造诽谤。不过,我们既然听闻,无论如何,哪怕不做别的,也至少要效仿亚历山大的做法:为那被毁谤者完好地保留另一只耳朵。

语法注3 条
  1. 23ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε ... ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ

    句法骨架为无人称结构 ἀναγκαῖόν ἐστιν,后接不定式 ὑποδειχθῆναι 和 καταστῆσαι 作为实质主语。中间插入了较长的条件从句 εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε... 以及分词短语 ἀγαπήσας...,使得主述对应关系易被阻隔。

  2. 24ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι

    在由动词 τίθεμαι 引出的带不定式的宾语结构(πρέπον εἶναι τὸν βίον προκεῖσθαι)中,不定式的主语 τὸν βίον 由属格 ἀνδρός 修饰,该属格并列连接了三个分词:ἱδρώσαντος、διευθύναντος 和 ἔχοντος。

  3. 24τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ

    惯用表达 τὸ τοῦ Ἀλεξάνδρου(“亚历山大所做的事/故事”)为中性单数宾格,作 ποιήσομεν 的宾语。紧随其后的分句(τὴν ἑτέραν...)同格解释其具体内涵,即亚历山大听取控告时保留另一只耳朵给被控告者的传闻典故。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:23-24