← 该撒利亚的巴西流

书信集

§245-247

致狄奥菲鲁斯的辩白与对尼科波利斯信徒的勉励

巴西尔通过使者斯特拉提吉乌斯向主教狄奥菲鲁斯表明自己始终如一的爱意并为立场的转变辩护,同时勉励在迫害中的尼科波利斯信徒坚守祷告,确信上帝必行拯救。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§245

Θεοφίλῳ ἐπισκόπῳ. Πάλαι δεξάμενος τὰ παρὰ τῆς σῆς ἀγάπης γράμματα, ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακονῆσαι τὰ παρʼ ἡμῶν. Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν,1 εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. ἀλλʼ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες, τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρʼ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις.2 μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν, μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς οἰκείας ἑαυτῶν ἀσφαλείας τιθέμενοι.

致主教狄奥菲鲁斯。 我早已收到来自你的爱心的信件,但一直等待着通过一位可靠的人回复,以便凡信中所遗漏之事,送信人皆可予以补足。既然我们最亲爱、最虔敬的弟兄斯特拉提吉乌斯来到了我们这里,我认为理当使用他作为信使,他既深知我们的意旨,又能忠实而虔敬地传达来自我们的一切。 因此,我们最亲爱、最尊贵的人哪,请你知道,我们极高度重视对你的爱;就心灵的情感而言,我们自觉未曾有一刻偏离过这爱,即便曾发生过许多重大且合理的悲痛缘由。然而我们依然判定,犹如置于天平之上,以较好的事与较令人不悦的事相权衡,将我们的决意投向那较优一侧的倾斜。但是,既然事情已被那些最不该如此行的人所改变,也请你宽恕我们并非改变了意旨,而只是调动了阵位。或者更确切地说,我们将坚守在同一个阵位上,而不断变动阵位的乃是其他人,他们如今甚至公开背叛投向了敌手;只要他们过去还在健全的一派之中,我们曾何等看重他们的共融,连你自己也是知晓的。而如今,倘若我们既不追随他们,又回避与他们同心之人,我们理当获得宽恕,因为我们未将任何事物置于真理和我们自身的安全之上。

§246

Νικοπολίταις. Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα.

致尼科波利斯人。 每当我看见恶事亨通,且你们的虔敬因接连不断的凌辱而疲惫绝望时,我便满心沮丧。但每当我重新思量上帝的大能之手,想到祂深知如何扶起跌倒之人、眷爱义人,却粉碎傲慢之徒、将有权势者从宝座上拉下时,我便再度转变,在指望中感到轻松,并深知主必借着你们的祈祷向我们彰显迅速的安宁。只是你们在祈祷上切莫灰心;倒要努力在现今的时刻,用行为向所有人昭示你们在言语上所施教之事的鲜明榜样。

§247

Νικοπολίταις. Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα.3 καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.

致尼科波利斯人。 当我读到你们的圣德寄来的信件时,我何等哀叹与痛哭,因为我也亲耳听闻了这些灾殃:施加在你们身上的击打与凌辱、房屋的劫掠、城市的荒废、整个家园的颠覆、教会的遭难、祭司的逃亡、群狼的暴起以及羊群的离散。但当我止住叹息与泪水,举目仰望天上的主宰时,我深知并确信——这也是我愿你们知晓的——救援必将迅速临到,撇弃绝不会持续到终局。因为我们所受的苦难乃是因我们自身的罪过而受;但那位热爱世人者,必因其对自身诸教会的爱与怜悯,彰显祂的救助。 然而,我们并未疏于当面向掌权者恳求,也未疏于致信给大营中爱我们的人,使那狂暴之人被制止其怒气。而且我认为,必有许多人对他予以谴责,除非这充满骚乱的局势完全不容那些当政者在此类事上有任何闲暇。

语法注3 条
  1. 245ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν

    关系代词 ἧς 的先行词为前文的 τὴν πρὸς σὲ ἀγάπην,充当动词 ἀπολείπομαι 所要求的夺格性属格(分离属格)。主干属于 συγγιγνώσκω ἑαυτῷ(同 σύνοιδα ἐμαυτῷ) + 分词的熟语搭配(意为“自省/自觉处于某种状态”),其中不定过去时被动分词 ἀπολειφθεῖσιν 与与格反身代词 ἑαυτοῖς 保持性数格一致(阳性与格复数)。οὐδεμίαν ὥραν 则是表示时间持续的宾格。

  2. 245συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις

    动词 συγγιγνώσκω(宽恕、谅解)接与格补足语(ἡμῖν),分词 ἀλλοιωθεῖσιν 和 μεταθεμένοις 与之一致作与格(“请宽恕并非改变了心意、而是调动了阵位的我们”)。τὴν γνώμην 与 τὴν τάξιν 分别充当被动/中动分词的修饰性宾格(关系宾格或直接宾语)。

  3. 247ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα

    分词 ἐπιστέλλοντες(致信)引出表示间接命令的被动不定词 ἐπισχεθῆναι(动词 ἐπέχω 的不定过去时被动不定词,“被制止、被遏制”)。该不定词在逻辑上的主语是宾格 τὸν λυσσῶντα(“那个狂暴者”),而 τῆς ὀργῆς 则是依赖于抑制含义的夺格性属格(“从怒气中/止息其怒气”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:245-247