← 该撒利亚的巴西流

书信集

§244#4

对破坏教会策动的谴责与确认共融的请求

巴西尔强烈谴责欧伊庇乌派系及欧斯塔提乌斯对教会的背信策动及其在信仰信条上的频繁反复,反思了自己从重病中康复的上帝旨意,并获悉对方接触了收信人,请求对方回信确认是否仍坚守彼此间的共融。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§244#4

Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν.1 παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι.2 ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν,3 ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθει τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι’ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι. Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατʼ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. καὶ μάλιστα δὴ οὗτοι, περὶ ὧν ὁ λόγος, πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα εἴποιεν ἂν οἱ συμβεβιωκότες, ὃ δʼ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην, τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρʼ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. ἐκεῖθεν ἐκπεσόντες δι’ ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα, καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλίπω, ὅσας ἐξέθεντο πίστεις. ἐπʼ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἑτέραν ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἐν Κυζίκῳ· ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω, ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατʼ οὐσίαν ὅμοιον νῦν ἐπιφέρουσι, καὶ τὰς εἰς Πνεῦμα τὸ ἅγιον βλασφημίας μετʼ Εὐνομίου συγγράφουσι. τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλʼ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι, διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. ταῦτά ἐστιν ἀληθῆ, μυρίων ἑτέρων ἀποσιωπηθέντων. Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι.4 εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.

他们如今对教会所施行的种种策动是何等可怖!因行事者的毫无顾忌而令人战栗,又因受难者的麻木不仁而令人哀怜。欧伊庇乌的子嗣与欧伊庇乌的后裔,借由可靠的使团从境外被召回塞巴斯提亚,受托治理信众。他们占据了祭坛,成了当地教会的面酵。我们正是被他们作为“同质论者”而遭受迫害。而另一方面,那位将纸面上载有的“同质”从罗马一路带到提亚那的欧斯塔提乌斯,如今竟与他们混在一起;即便他未能被接纳进入他们那备受渴求的共融之中,那也是因为他们要么惧怕联合反对他的人数众多,要么忌惮〔那些人的〕信誉。至于聚集在一起的究竟是些什么人,每个人是如何受祝圣的,又是从何等原本的生活骤然步入如今的权位,但愿我绝无闲暇去详述他们的作为!因为我已学会如此祈祷:“使我的口不宣扬人的作为。”你自己若去查考便会明了;即便它能避开你的目光,也断断避不开审判者的鉴察。然而,我心中所经历的情感,我并不推辞向你的爱心倾诉:去年我患上极剧烈的热病,甚至临近死亡之门,随后蒙上帝的慈爱召回时,我一想到又要回到何等灾殃之中,便对复生感到怏怏不乐;我私下寻思,在上帝智慧的深处究竟蕴藏着何等意旨,竟让我肉身存活的日子再度得到准许。及至知晓了这些事,我便思忖,主是愿我们见到教会脱离先前的狂风骇浪——那风浪是在那些因伪饰的庄重而在一切事上被信任之人的决裂时所遭受的。抑或主或许也是愿借此坚定我的灵魂,使之在今后的日子里更加审慎警醒,不再注目于人,而是由福音的诫命所塑造;那些诫命既不随时代变迁,亦不随人事境遇而流转,反而始终如一,恰如它们当初出自那不妄且至福的圣口一般,长存至永远。 人犹如云彩,随着风向的转变而在空中的不同地方飘荡。尤其是这篇言论所指的这些人,显露为我们阅历所及中最为反复无常之徒。他们在人生的其余事上是否亦是如此,与他们共同生活过的人自会言说;然而就我所见,他们在信仰上的多变,我至今在他人身上未曾得见,既未亲历,亦未听闻。他们起初追随阿利乌;随后转投赫尔摩革涅斯——此人乃是阿利乌异端的针锋相对之敌,这正如当初由该人在尼西亚所宣明的那份信仰本身所昭示的。赫尔摩革涅斯安息之后,据经历过的人所言,他们又重新投奔了阿利乌派系的魁首尤西比乌。无论因何种缘故自那里失势,他们又逃回故土,再次隐匿起阿利乌派的心思。待到登上了主教之位——且略去其间发生的种种——他们抛出了何等繁多的信条!在安基拉有一份,在塞琉古亚有另一份,在君士坦丁堡有那份臭名昭著的,在兰普萨库斯又有另一份,此后在色雷斯的尼克有一份,如今在基齐库斯又是一份;关于这最后一份的其余内容我不得而知,只听闻他们抹杀了“同质”,如今抛出“本质相似”,并与欧诺米乌一同撰写诋毁圣灵的亵渎之言。在我所列举的这些信条中,即便并非全彼此针锋相对,但也同样证实了其品性的轻浮善变,因为他们从未坚守相同的言辞。即便将无数其他事实隐去不谈,这些也确凿无疑。 既然他们如今也已涉足你们那里,我们请求你借由同一人(即我们的同工长老斯特拉提吉乌)寄回信件,说明你对我们是否依然如故,抑或也因这次会面而有所改变。因为他们不可能保持沉默,正如你这位曾给我们写下这般书信的人,也绝不可能不对他们运用坦率的言论。因此,你若继续留在与我们的共融之中,这乃是至善之事,值得作最高的祈求;但若是他们已将你拉拢至他们那边,固然令人痛心——痛失这样一位兄弟怎能不痛心?——然而,哪怕毫无其他收获,单单忍受此类损失的操练,我们恰恰已从他们那些人身上受尽磨砺了。

语法注4 条
  1. 244ἐπιστεύθησαν τὸν λαόν

    动词 πιστεύω(在主动语态中带受事者的与格和委任物的宾格,意为“将……托付给……”)转化为被动语态的句式。原本处于与格的人转为主格(主语),而被托付之物则保留宾格(τὸν λαόν,即保留宾格),译作“被托付治理信众”。

  2. 244μὴ ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι

    由 μὴ ποτε 后接不定过去希求法 σχολάσαιμι 构成的表达,表示强烈的回避或祈愿(“但愿我绝不至于有这般闲暇……”)。随后的 ὥστε 引导带不定词(ἐκδιηγεῖσθαι)的从属子句,表示程度或结果(“以至于去详述他们的作为”)。

  3. 244Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν...

    主句中的前置宾语 ὃ πέπονθα πάθος(“我所经历的情感/苦难”,通过关系代词先行吸收名词)由随后的 ὅτι 子句展开具体说明。此 ὅτι 子句起同位语和解释性作用,引导出下文关于去年病危时心理转折的具体叙述(即“即去年……”)。

  4. 244οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι

    此句承接前一分句中的谓词 εἰκὸς ἦν(“理应……”)。在 οὔτε 这一否定力量的支配下,不定词 χρήσασθαι 前叠加了双重否定词 μὴ οὐχί,形成惯用句型,表示强烈的必然性或肯定推论:“你本人也断无不对他们运用坦率之言的道理”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:244#4