← 该撒利亚的巴西流

书信集

§244#3

驳斥毁谤信件与揭露论敌的前后矛盾

巴西尔提及一封四处流传毁谤他的信件,揭露了论敌在尼西亚信仰及以往与罗马往来一事上的前后反复。他进一步痛斥对方在教务原则上的尖锐矛盾:他们如今竟承认了当年自己断然否认其权威的主教会议所授予的圣秩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§244#3

Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν,1 οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον. Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται.2 οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος;3 τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.

正当我们处于这般境况时,另一封信件又接踵而至;那封信表面上是写给某个名叫达齐扎的人,实际上却是发给全人类的,这正如其极其迅速的流传所表明的那样——短短数日之内便散布到了整个本都,并席卷了加拉太。甚至有人说,这些报此“佳音”的使者穿过比提尼亚,一直到达了赫勒斯滂。写给达齐扎用来反对我们的内容究竟为何,你自然是一清二楚的。因为他们绝不至于将你置于其友谊之外如此遥远的地方,以至于唯独撇下你而不施予这份殊荣。但若是那封信尚未送达于你,我便亲自寄给你。在其中你会发现我们被控以欺诈与奸诡、败坏教会以及毁灭灵魂;并且在他们看来尤为确凿的是,我们抛出那份信仰表述乃是设下圈套,并非服事尼科波利斯人,而是我们自己狡黠地图谋骗取一份认信。关于这些事,主自会审判;毕竟人心里所存的心思,又有何等确凿的明证呢?然而我对他们感到惊异的是:一方面,因着签署了我们所递交的文献,他们竟显出如此巨大的龃龉,以至于把有的没的全都混为一谈,好给指控他们的人一个交代;另一方面,他们却不曾思量,在罗马存有他们书面的尼西亚信仰认信,他们甚至不曾念及,他们曾亲手将那份来自罗马、现保存在我们手中的文献递交给了提亚那主教会议,其中所载的正是这一相同的信仰。他们甚至忘却了自己当年的演说——那时他们挺身立于众人之中,哀泣于自己所遭受的欺瞒,因那欺瞒他们才被诱导同意了欧多克西乌派系所草拟的条文;因为他们为那一过错构想出的辩白正是:前往罗马,从那里领受教父们的信仰,以便借着引入更善之物,来弥补他们因与邪恶妥协而给教会造成的损害。然而,昔日为信仰甘历万里之遥、发表这些明智演说的人,如今却辱骂我们行事诡诈,以爱的幌子行阴谋家之实。如今四处流传之物亦表明,他们已然弃绝了尼西亚的信仰;因为他们目睹了基齐库斯,便带着另一种信仰折返了。 况且,既然我有来自事实本身的远为重大的证据表明他们彻底走向了反面,我又何必多言他们言辞上的反复无常呢?须知那些曾拒不服从五百名主教针对他们所下达的判决、在如此众多的人一致赞同废黜他们的决议时亦绝不肯放弃教会治理权的人——因为据他们声称,那些主教既非有份于圣灵者,亦非凭上帝的恩典治理教会,而是凭人的权势和虚荣的贪欲攫取了首领之位——正是这批人,如今却将由那些主教所祝圣的人接纳为主教。请代我质问他们:哪怕他们蔑视所有世人,视众人为既无眼、亦无耳、又无辨别之心,至少无力看清这一连串行径之自相矛盾,那么在他们自己的内心深处,究竟抱有怎样的念头?由欧伊庇乌所废黜者与由欧伊庇乌所祝圣者,何以能同时皆为主教?因为这两件事皆出自同一人之手。此人若不具备赐予耶利米的那种拆毁与建立、拔出与栽植的恩赐,他便既不能拔出此人,亦不能栽植那人。但你若将其中一样归于他,便也必须将另一样承认归于他。然而看来他们唯一的目的,无非是在各处谋求自身利益,将迎合其欲望之人奉为友朋,而将抵制其欲望之人断为仇敌,并对其不惜施加任何中伤。

语法注3 条
  1. 244ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν ... ὅτι δὲ ... τοῦτο οὐκ ἐννοοῦσιν

    动词 ἐθαύμασα 带有先行指示代词 ἐκεῖνο,引出由连词 εἰ(情感动词后引导宾语从句的常见用法)所统领的复合句。在 εἰ 从句内部,通过 ὅτι μὲν ... 与 ὅτι δὲ ... 形成两层事实的强烈对置,而后半部分的句核则由 τοῦτο οὐκ ἐννοοῦσιν(“他们未曾思量这一点”)承接。整体构词呈现出严密的对比结构,用以揭示论敌一方面对前者大肆做文章,另一方面却对更具效力的后者视而不见的荒谬。

  2. 244οἱ γὰρ πεντακοσίων ἐπισκόπων ... οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται

    句首带冠词的分词短语 οἱ ... μὴ εἴξαντες(“那些不肯屈服之人”)作为主语前置,但因后文包含了长篇的分词修饰成分及插入式的理由说明(διότι, φασίν, οὐκ ἦσαν...),导致主语与谓语之间产生长距离阻隔;因此在主句动词前使用了复指指示代词 οὗτοι(“正是这些人”)将悬置的主语重新拾起。全句的支配动词为末尾的 δέχονται。

  3. 244πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος;

    由 δύνανται εἶναι 统辖的主语 δύο ἐπίσκοποι(“两个主教”)通过后接的两个并列冠词分词短语 ὅ τε καθῃρημένος ... καὶ ὁ ... κεχειροτονημένος 作同位语得以具体阐明。该对称结构鲜明地揭示了对手的逻辑困境:若欧伊庇乌无权废黜前者,则其祝圣后者的效力亦荡然无存,二者无法同时成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:244#3