- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:244#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔针对以致信阿波利奈尔及与狄奥多罗相通为由的绝交信作出反驳,澄清自己与阿波利奈尔的教义毫无瓜葛,并诉说了面对昔日挚友不可理喻的骤变时内心的极度痛苦与保持沉默的原因。
Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως, ὅτι Ἀπολλιναρίῳ, φησίν, ἐπεστείλαμεν, καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. ἐγὼ δὲ Ἀπολλινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλʼ ἔστιν ἐφʼ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα, ὥστε τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι· ὅπου γε1 ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ, ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον, ἢ ἀποσταλὲν ὑποδεξάμενος. ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετύχηκα τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τις εἰμὶ πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν.2 τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; καίτοι εἰ δεῖ ἄλλον ὑπὲρ ἄλλου τὰς εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολλιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου. καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου αὐτοῦ μαθητοῦ. ἡμεῖς δὲ οὔτε ἐδιδάχθημέν τι, οὔτε ἐμαθητεύθημεν τῷ ἀνδρί, οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι. Διόδωρον δέ, ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ, τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα· νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν, δι’ ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται. Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο·3 τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.
至于断交的缘由,据他说是因为我们曾致信阿波利奈尔,且与我们的同工长老狄奥多罗保持相通。就我而言,我从未将阿波利奈尔视为仇敌,反而在某些方面还敬重此人;然而我绝未与他过从甚密,以至于要亲自承担针对他的指控;事实上,在阅读了他的一些著作之后,我本人对他也有某些指责之处。关于圣灵的著作,我确信自己既未向他索求过,也未曾接受过他所寄来的。我固然听闻他已成为所有著述家中最著作等身之人,但我仅读过他极少部分的著作;因为我无暇探究此类事物,同时我对接纳新奇之说亦颇为谨慎,毕竟我的身体甚至不容许我以应有的方式勤勉持久地研读受上帝启示的圣经。那么,若有人写下了不合某人心意之物,这与我何干?然而,若一人必须为另一人承担责任,那么因阿波利奈尔而指责我的人,就当为了他自己的老师阿里乌以及他自己的门徒阿埃提乌向我们交账辩白。至于我们,既未曾从那人受教,亦未曾作那人的门徒,他们却试图将那人的罪责转嫁到我们身上。 至于狄奥多罗,因他是蒙福的西尔瓦诺抚育之人,我们从起初就接纳了他;如今因他身上所显出的言辞恩赐,我们亦爱戴他并珍视他,许多与他交往之人正藉此恩赐变得更为良善。 因这封信而如常情般受到打击,并对这般不可理喻且突如其来的巨变深感震惊,我甚至无法回说一词。因为我的心被捆缚,舌头麻木,双手僵直;我遭受了卑下灵魂的激情(因为真相终当和盘托出,不过它也是应当获得饶恕的):我险些堕入厌世之人性嫌恶之中,在我眼中所有人格都变得可疑,我甚至以为爱德的美好并不存在于人的本性之中,而不过是一句悦耳的辞藻,给使用它的人提供某种体面的装饰,而这等心性绝非真实地内在于人之内心。因为,若是一个看似从童年直至垂暮之年都在修身养性之人,竟因这等借口便如此轻易地狂怒反目,全然不顾念我们的情谊,亦不认为以往的经历比这般低劣的谗言更具权威,反倒像一匹尚未受教善驮骑手的未驯马驹,因微小的猜疑便人立而起,将昔日引以为荣之人甩脱并摔掷于地——那么对于其他人,对于那些与我们既无如此多友谊凭证、自身亦未显出如此品格修养之人,又当作何猜想?当我在魂中独自反复思量这些事,在心中不断翻转,或说因这些事借着回忆对我如噬如刺而使我的心被翻江倒海时,我便对那封信未作任何答复。我的沉默并非出于傲慢(弟兄啊,切莫作此想法;因为我们并非向人辩白,而是在基督里在上帝面前说话),而是出于困惑、绝望,以及没有什么配得上这悲痛的话可说。
- 244ὅπου γε
引导原因或论据的连词短语(意为“既然”、“事实上……何况”)。在此引入证据,说明巴西尔绝无由替阿波利奈尔受过,因为他本人在阅读其著作后也对其持有批评意见。
- 244ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν
关系代词与格 ᾧ 指代隐含在 δυσχερής τις εἰμί 中的第一人称说话者,与 γε 连用构成表原因或限制性的关系分句(相当于拉丁语 quippe cui,“鉴于对于我而言”)。该与格作动词 συγχωρεῖ 的间接宾语。
- 244χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο
包含先行词的关系分句。及物动词 ἀπεσείσατο(甩脱)与 ἔρριψεν(摔掷)在主句中要求宾格直接宾语(如 τούτους),但关系代词 οἷς 因从句内动词 ἐπηγάλλετο(支配与格,“以……为傲”)的句法要求而呈现为与格,形成了先行词被吸收且格受到从句支配的结构。
