← 该撒利亚的巴西流

书信集

§244#1

致帕特罗菲洛的辩白与断交始末

巴西尔复信埃盖主教帕特罗菲洛,针对后者对其“骤变”所表达的困惑与责难,详细辩解了自己曾致力于在尼科波利斯达致信仰一致、却因对方背约与敌意而告吹,最终反遭绝罚断交的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§244#1

Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς ἐκκλησίας. Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας, καὶ ἐνέτυχον ἡδέως. πῶς γὰρ οὐκ ἔμελλον, καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις, καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ1 Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς τοὺς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος· οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου, καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας, ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος, ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξεις τῶν ἀδελφῶν δυσχεραίνειν. τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι, ὥστε μικροῦ καὶ ἐγέλασα ἐπʼ αὐτοῖς, εἴ τοσούτων ὄντων καὶ τηλικούτων, ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραψας τὴν ἔκπληξιν πεπονθέναι. ἄρʼ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται, οὐχὶ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως, ὅτι Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν. Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι’ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι·2 τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη,3 καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν. Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς,4 ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας.

致埃盖教会的主教帕特罗菲洛。 我收到了你托我们的弟兄兼同作长老的斯特拉特吉奥寄来的信,且十分欢喜地阅读了它。由一位通达之士所写、且出于一颗受主的诫命指引向众人力行爱德之心的信,我怎能不如此呢?而且我几乎明了了你以往沉默的原因。因为你似乎感到困惑与震惊,不知那位从幼年起便如此事奉某人、在某时某刻行了这事与那事、为了顾全一人而甘愿承受对千万人的争战的巴西尔,如今是否彻底变了个人,以争战取代了爱德;正如你在信中所写的其他诸事一样,充分显明了你的心灵对这不可理喻的变故所怀的震惊。即便你在某些方面责难了我,我也并未愤懑地领受它。因为我并非如此顽梗不训,以至于对弟兄们充满爱意的指责感到不悦。事实上,我非但未因来信而恼怒,反而几乎哑然失笑:昔日似乎能巩固我们彼此友谊的事端如此之多且如此重大,而你竟因传到你耳中的微末之事,便写道自己遭受了如此巨大的震惊。难道你也遭遇了多数人所遭遇的吗?他们放弃考查事物的本质,只专注于那些成为谈论焦点的人,从而不再是真理的考查者,倒成了评判人物差别的鉴别者,忘记了那句劝诫:“审判时看人情面是不善的。” 然而,既然上帝在审判中不取人的情面,我便不辞辛劳向你陈明我为那伟大审判台所预备的辩白。从起初起,我们这方绝无任何小事或大事成为分裂的原因;相反,是那些因着唯有他们自知的情由而仇恨我们的人(因我不当就他们说任何话),在不断进行诽谤。我们虽曾一再加以澄清,但此事却永无止境,不断的辩白亦无济于事;因为我们定居遥远,而那些作假见证之人却近在咫尺,能以针对我们的谗言去刺伤一颗极易动摇、且未曾受教为不在场之人留出另一只耳朵的心灵。当尼科波利斯人要求某种信仰的保证时(这诸位绝非不知),我们以为承接呈递书信的职事是妥当的。因为我们认定能同时成就两件事:既说服尼科波利斯人不对那人抱有恶感,又能堵住毁谤我们之人的口,因信仰上的一致排除了来自双方的谗害。于是信仰告白得以起草,并由我们呈递;它就这样被签署了,并且指定了第二次公会议的地点与另一日期,以便教区内的弟兄们相聚彼此联合,使此后的交往真诚而毫无诡诈。 于是,我们在约定的日期前去赴会,与我们同在的弟兄们有的已在场,有的正陆续赶来,皆欣喜而热切,宛如奔向和平;又有我们发出的信件,以及宣告我们已在场的信使——因为那指定用以接待汇聚之人的地方正是我们的属地。然而另一方却无一人前来,既无先行者,亦无通报所期盼之人到来者;而从我们这方派出的人返回后,述说了那里的巨大沮丧与怨言,仿佛我们宣告了某种新的信仰一般;据说他们甚至坚决断言,绝不容许他们的主教越境到我们这里来。又有一人携信而来,信写得敷衍塞责,全然不提最初议定的诸事。而那在我眼中配受一切敬意与尊荣的弟兄狄奥菲洛,派遣了身边的一人,传达了他认为自己当说、且我们听来亦属合宜的某些话。因为他不屑于写信,与其说是畏惧信中留下的质证,倒不如说是为了避免落入不得不称呼我们为主教的境地;只不过那些言辞确实极其严厉,且是出于一颗激愤的心所发出的。因此,我们蒙羞且心神沮丧地散去,不知当如何回答那些询问之人。此后不久,有了远赴基利家的旅程,以及从那里的返回;随后立刻有书信寄来,载有不得与我们交通的禁令。

语法注4 条
  1. 244ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ

    连词 εἰ 跟随在表示困惑和惊愕的分词(ἐῴκεις ἀποροῦντι καὶ ἐκθαμβουμένῳ)之后,引导一个间接疑问或名词性从句,表示情绪的原由或内容(“是否……”、“因怀疑……而感到震惊”),而非纯粹的假设条件从句(“如果……”)。

  2. 244οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι

    化用了古典法庭关于兼听双方意见的格言(即“为不在场的一方保留另一只耳朵”)。τὴν ἑτέραν τῶν ἀκοῶν(双耳中的另一只)作 φυλάττειν 的直接宾语,ἀκεραίαν 作宾补(“完好无损地”),τῷ μὴ παρόντι 作利益与格(“为不在场者”)。

  3. 244ὑπεγράφη δέ ὡς ὑπεγράφη

    动词同语反复结构(ὡς 加上相同动词的重复,字面为“它被签署,正如它被签署的那样”),是一种惯用表达,意在淡化细节或表示“不管怎样,它就那样被签署了”。

  4. 244χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς

    通过 καί 并列连接的名词句构成的紧凑文体,省略了谓语动词(如 ἦν 或 ἐγένετο)。多个名词(χρόνος, ἀποδημία, ἐπάνοδος, γράμματα)的快速罗列,以简练的并列句法表现了事态急转直下、接踵而至的紧迫感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:244#1