← 该撒利亚的巴西流

书信集

§241-242

东方教会的困厄与向西方教会求援

巴西尔向萨摩萨塔的优西比乌说明,陈述困境并非令人沮丧而是为了敦促代祷;在随后致西方人的信中,他控诉了东方教会在亚流派长期逼迫下的惨况,恳求持守正统信仰的西方教会伸出援手并差遣代表前来慰问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§241

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων. Οὐχ ὥστε1 πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλʼ ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.

致萨摩萨塔主教优西比乌。 我们在致尊贵阁下的书信中对种种困境常常毫不保留,并非为了增加你的沮丧,而是为了借着呻吟给自己带来某种安慰——呻吟一旦发生,天然地总能在某种程度上发泄深处的痛苦——并激励你宏达的心灵,为诸教会作更加恳切的祈祷。因为摩西固然也始终为百姓祈求;然而当他与亚玛力人的争战展开时,他从清晨直到傍晚都没有放下双手,这位圣人双手的伸展,乃是随着战事的终结而一同告成的。

§242

Τοῖς δυτικοῖς. Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου,2 εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν· ἀλλʼ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν. ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης ἀλλʼ ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν. Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; τρισκαιδέκατον γὰρ ἔτος ἐστίν, ἀφʼ οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν ᾧ πλείους γεγόνασι ταῖς ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφʼ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. ὧν τὰ καθʼ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐναργείαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται, θέαμα ἐλεεινόν· γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι.3 Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειεν ὑμᾶς πρὸς συμπάθειαν; ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν, ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη πανταχοῦ ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. ἀλλʼ οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα· ἀλλʼ ἔχομέν τινας ἐπιθυμίᾳ δόξης, καὶ τῇ μάλιστα καταστρεφούσῃ Χριστιανῶν ψυχὰς φυσιώσει, καταθαρρήσαντάς τινων καινοτομίας ῥημάτων,4 ὅθεν αἱ ἐκκλησίαι σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα, τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. ἀλλʼ ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι, τὸ μὲν νενοσηκὸς ὑγιάζοντες τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.

致西方人。 圣洁的上帝既然应许给仰望他的人摆脱一切患难的出路,尽管我们受困于祸患的深海之中,并被邪恶的诸灵向我们掀起的巨浪所折磨,我们却仍在加给我们力量的基督里坚持着,并没有松懈为诸教会所尽热诚的张力,亦未像在暴风雨中巨浪滔天时那样,因对得救绝望而坐待消亡;相反,我们依然坚持我们力所能及的关切,深知那被巨兽吞噬之人,也是因为没有自弃、而是向主呼求,才配蒙拯救。因此,我们自己虽已陷入祸患的极境,也决不放弃对上帝的指望,而是向四方寻求他的援助。因此,我们如今也将目光投向你们,我们最尊贵的弟兄们,我们曾多次指望你们在患难之时向我们显现;但在这份指望落空之后,我们也对自己说:“我等待那同情之人,却无一人;寻找那安慰之人,却寻不见。”因为我们的苦难之巨,甚至已达于我们普世的边疆;若是当一个肢体受苦,所有的肢体便一同受苦,那么对于长久受难的我们,你们的怜悯之情本该与我们同感。因为促成亲睦的本不是地域的邻近,而是圣灵里的相通,我们深信这相通正存在于我们与你们的仁爱之间。 那么,究竟为何既没有安慰的书信,也没有弟兄的探访,更没有爱之法则应赋予我们的任何其他关怀呢?自异端的战事向我们爆发以来,如今已是第十三年了;其间诸教会所遭遇的患难,比自基督的福音宣扬以来所能忆及的还要多。我们不愿向你们逐一细述这些,免得我们言辞的软弱削弱了苦难的真切;同时我们也认为你们无需指教,因为你们早已由传闻得知了事情的真相。而祸患的核心在于:会众舍弃了祷告之所,聚集在旷野之中,景象凄惨——妇女、儿童、老人和其他孱弱之人,在瓢泼大雨、风雪、烈风与冬日严寒中,同样也在夏日烈日的炙烤下,在露天中受尽煎熬。他们承受这些,全因不肯接受并染指亚流的恶酵。 言语怎能将这些向你们真切展现呢,除非亲身的体验和眼目的见证促使你们生发同情?因此我们恳求你们,至少在当下向东方那些已经屈膝倒地的教会伸出援手,并派遣一些人来提醒他们,那些为基督忍受苦难之人将得着怎样的存留赏赐。因为寻常的言语在发挥作用上,天然地不如陌生的声音更能给予安慰,尤其当这声音来自那些因着上帝的恩典、在一切美善之事上闻名遐迩之人——正如传闻向所有人宣告你们那样:在信仰中保持未受损伤,完好无损地守护了使徒的交托。然而我们的境况却非如此;相反,我们有些人出于对虚荣的渴求,并因那最能倾覆基督徒灵魂的狂妄,竟敢在言辞上标新立异,由此诸教会腐朽破裂,如破碎的瓦器,任由涌入的异端腐败倾泻其中。但你们,我们亲爱而切慕的弟兄们,请作伤者的良医,作健康者的教练,医治患病的,操练强健的以至于虔敬。

语法注4 条
  1. 241Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε...

    句首的“Οὐχ ὥστε... ἀλλʼ ὥστε...”充当主动词“οὐ φειδόμεθα”的目的状语(ὥστε 搭配不定式在此表目的或意图)。句中出现两个否定词(句首的 οὐχ 与动词前的 οὐ),前者否定“ὥστε πλείους ποιῆσαι”(“并非为了增加……”),后者直接修饰“φειδόμεθα”,构成“我们并不吝惜”之意。

  2. 242Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου

    “Θεοῦ τοῦ ἁγίου ... ὑποσχομένου”为属格绝对结构(genitive absolute),表原因(“因圣洁的上帝应许……”),为主句动词“ἀντέχομεν”奠定了神学根据,统摄其后插入的让步从句(“εἰ καὶ...”)。

  3. 242διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι

    由“διὰ τό”引导的冠词不定式结构中嵌套了主动词“καταδέχεσθαι”(接受)及其补充不定式“γενέσθαι”(成为/归属于),后者支配属格“τῆς πονηρᾶς ζύμης Ἀρείου”(亚流的恶酵)。否定词“μή”修饰“καταδέχεσθαι”,意为“因不肯接受归入亚流的恶酵”。

  4. 242καταθαρρήσαντάς τινων καινοτομίας ῥημάτων

    动词“καταθαρρέω”(胆敢/擅自尝试)在此支配属格宾语“καινοτομίας ῥημάτων”(言辞上的标新立异)。宾格分词“καταθαρρήσαντας”与“ἔχομέν τινας”中的宾语“τινας”保持性数格一致,作宾语补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:241-242