- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:243#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西略呼吁意大利和高卢的诸位主教伸出援手扶助东方教会,正如身体的各个肢体彼此顾恤一样,并控诉了在亚流派迫害下教会遭受的空前严酷打压与荒凉境况。
Πρὸς Ἰταλοὺς καὶ Γάλλους ἐπισκόπους, περὶ τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν1 εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα2 ὑμῖν τὰ ἡμέτερα. Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι.3 ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι, ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ πάντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι4 ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος.
致意大利与高卢诸主教,论教会之境况与混乱。 致真正至为上帝所爱、最深切切慕的弟兄与同心合意的同工,高卢与意大利的诸主教,卡帕多细亚凯撒利亚的主教巴西略。 我们的主耶稣基督既然肯屈尊将上帝的整个教会称为自己的身体,并将我们每一个人显明为彼此的肢体,便也赐给我们众人,按照肢体的协调彼此亲密相待。因此,即使我们彼此在住处上相距甚远,但在团契的原则上却彼此临近。既然头不能对脚说“我用不着你们”,你们必定也决不能容忍弃绝我们,而必定会同情我们因自身罪孽而遭受的患难,正如我们也与在主所赐予你们的和平中得荣耀的你们一同欢喜一样。此前我们便曾为求援助与同情而向你们的爱心呼吁;但想必是因为天谴尚未满溢,你们未被允许起身前来援助。因为我们最切望的是,因着你们的敬虔,使我们的混乱甚至得以向统领你们所在之地的统治者显明;倘若此事困难,也至少切望从你们那里有人前来探望并安慰受苦者,好让他们亲眼目睹东方的苦难——这苦难是仅凭耳闻所无法领受的,因为找不到任何言辞能向你们真切展现我们的境况。 最尊贵的弟兄们,迫害已经临到我们,而且是诸般迫害中最沉重的一种。因为牧人遭受驱逐,为使羊群离散。而最令人痛心的是:受难者既未能在确信自己是殉道中承受苦难,信众亦未能将这些英勇奋战者列于殉道者的品第予以尊崇,因为迫害者身上同样顶着基督徒的名号。如今唯有一项罪状受到严厉惩罚,那就是对祖传传统的严格遵守。为此,虔诚之人被逐出家乡,迁往荒野。对于不义的审判者而言,白发不值敬仰,敬虔的操练、自幼年至暮年恪守福音的行为亦不受顾惜。然而,没有任何罪犯在未经查证前被定罪,主教们却仅凭诬告便被判罪,并在没有任何证据支持控告的情况下被付诸惩罚。有些人既不知晓原告是谁,亦未曾得见法庭,甚至起初根本未遭诬告,而是在深夜被强行掳走,流放境外,在荒野的磨难中被付之于死地。紧随这些而来的事,纵使我们保持沉默,亦是人人皆知:长老们逃离,执事们逃离,全体教士遭受劫掠。因为人要么必须向那偶像屈膝,要么必须被交于鞭笞的恶火。民众的呻吟,无论在家中还是在公所都有连绵不断的眼泪,所有人都彼此哀诉所受的苦难。因为没有人的心肠会坚如顽石,以至于在丧父之后能平心承受孤苦无依。城中有哀悼者的呼声,田间、道路上、荒野中亦有呼声。所有人唯发出一道凄惨阴郁的呼声。喜乐与属灵的欢畅已被夺去。我们的节期化作哀痛;祷告之所被封闭;属灵敬拜的祭坛荒芜弃置。不再有基督徒的聚会,不再有导师的教席,不再有救恩的教导,不再有盛大的节日,不再有通宵的赞歌,不再有那每逢聚会并借着属灵恩赐的相通、在信靠主之人的灵魂中生发出的蒙福的心灵欢悦。我们理当如是说:“此时没有君王,没有先知,没有领袖,没有供物,没有馨香,也没有在主面前献初熟之物以寻蒙怜悯的所在。”
- 243ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν
由主动词 ἐπιζητοῦμεν(我们切望)统辖的宾语不定式短语,与前文的 φανερὰν γενέσθαι(得以显明)并列。在条件从句 εἰ δὲ τοῦτο δύσκολον 之后的 ἀλλὰ 属于惯用法,引导让步性的最低要求,意为“至少……”。
- 243τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα
由带冠词与格 τῷ 加上不定式 εὑρίσκεσθαι 构成的“原因与格”结构(“因找不到任何言辞”)。宾格 μηδένα λόγον 是该不定式的逻辑主语,并由分词 παριστῶντα 修饰。
- 243διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι
由介词 διά 统领带冠词不定式 τὸ ... περικεῖσθαι 组成的原因短语。Χριστιανῶν ὄνομα 为不定式的逻辑主语(宾格),τοῖς διώκουσι 为其与格补足语(“因为迫害者身上亦戴着基督徒的名号”),借此说明受难者为何无法获得纯粹殉道者的荣耀。
- 243τοῦ καρπῶσαι
修饰并限定前置名词 τόπος(地方)的属格不定式。此句直接引自七十士译本(《亚撒利雅的祈祷》/《但以理书》补编 3:38),是用希腊语属格不定式直译希伯来语带介词不定式(le- + 不定式)的典型圣经希伯来语表达法。
