← 该撒利亚的巴西流

书信集

§240

勉励尼科波利斯教士与坚拒异端

巴西尔在接获同工长老狄奥多西的汇报后,写信安慰并勉励尼科波利斯的教士们,援引昔日的试炼与殉道者的榜样,敦促他们切勿向暂时的患难屈服。同时,他严厉告诫他们切勿受勾结世俗权势篡夺主教职位的异端派所欺骗,坚决拒绝与彼等共融或接受其按手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§240

Νικοπολίταις πρεσβυτέροις. Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι.1 πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. ἃ τοίνυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα, ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα· ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον, καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. ἀλλʼ ὅμως παρῆλθε πάντα, καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. ὡς γὰρ αἱ χάλαζαι, καὶ οἱ χείμαρροι, καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια, τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν,2 οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος, καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ, ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι’ ἧς ἐρρύη καταλιπών), οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται· μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾷν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν. Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται. εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μέν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστέ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη, οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ,3 ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι’ ἀγχόνης θάνατον τοῦ μετʼ αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον.4 Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατʼ ἀλήθειαν ζῇν προτιμῶντες. ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθʼ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι. εἰ δὲ ἐφʼ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τὸ τινῶν ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι.5 πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα δι’ ὑμῶν.

致尼科波利斯的众长老。 你们写信给我们,且通过这样一位人士写信,实属善举;此人即便没有书信,也足以在我们的忧虑中给予我们充分的慰藉,并对局势作出准确的说明。因为由于种种传闻混乱地传到我们这里,有许多事情我们渴望从最明察秋毫之人那里得知;这一切,我们最挂念且最尊贵的弟兄、同工长老狄奥多西都沉稳而精通地向我们叙述了。因此,我们劝勉自己的话,也同样写给诸位的虔敬:临到你们的这些遭遇,曾临到许多人;不仅在当下的时代,就是在过去的岁月中,此类先例也数不胜数。其中有些被历史载于史册,有些则是我们从知情者那里通过口耳相传的记忆继承而来的:无论对于个人还是对于整座城池,为了主的名,试炼都曾围困那些寄望于祂的人。然而,这一切终究都过去了,阴郁的事件没有一件留下了永不消逝的痛苦。因为正如冰雹、山洪以及一切突发的祸患,虽能轻易损伤并摧毁脆弱之物,但遇上坚硬抗拒之物时,与其说是施加了破坏,倒不如说是自身受到了损伤;同样,针对教会掀起的狂暴试炼,也已显明其力量远逊于对基督信仰的坚固基石。因此,正如冰雹之云已经散去,山洪掠过峡谷(前者消散于晴空之中,后者湮灭于深渊,留下它曾流经的干涸无湿气之道),如今如风暴般侵袭我们的磨难,片刻之后亦将不复存在;只要我们愿意不着眼于当下,而以盼望凝视那稍远的前方。 因此,弟兄们,若这试炼沉重,就让我们忍受这艰辛;因为在赛会中,凡未曾受创、未曾沾染尘埃者,绝无人能领受冠冕。若这些不过是魔鬼轻浮的把戏,而被差遣来攻击我们的人——因作为魔鬼的仆役而固然令人烦扰,却也因上帝将其恶毒与无能相联结而微不足道——那么我们就当防备遭受谴责,免得因微小的苦难而大肆哀嚎。因为唯有一事值得悲痛,便是那人自身的毁灭:他为了一时的荣耀(如果公然出丑也能被称为荣耀的话),自绝于义人永恒的尊荣。你们是认信者的子孙,是抵挡罪恶乃至流血之殉道者的子孙。愿各人以自家的先例作为为敬虔而坚守的典范。我们中无人因鞭打而皮开肉绽,无人的家产被没收,我们未曾流落异乡居住,也未曾见识过牢狱。我们究竟遭受了什么可怕之事呢?除非这或许是一件可悲之事:即我们什么苦难都未曾经历,也未被视作配为基督受苦之人。然而,若因某人占据了祈祷之所,而你们却在露天敬拜天地之主这一事实令你们忧伤,请你们深思:当初十一位门徒被关在楼房之中,而将主钉十字架的人却在赫赫有名的圣殿里履行犹太的礼仪。诚然,犹大宁选自缢之死而不愿屈辱偷生,这或许反而表明,他比如今面对所有人的谴责都毫无羞耻之意、并因此肆无忌惮地趋向丑恶之徒,更值得被选择。 唯愿你们不要被他们自称信仰纯正的虚妄之言所欺骗。因为这等人是贩卖基督者而非基督徒,比起遵照真理而活,他们总是更偏爱在这今生中于己有利之事。当他们以为能攫取这虚浮的权柄时,便倒向了基督的敌人;当他们见到民众愤慨激昂时,又再次伪装出正统的模样。我不承认其为主教,也绝不会将因亵渎之手为了摧毁信仰而被推举为领袖之人列于基督的祭司之中。这是我的决断。诸位若与我们同有份,显然会与我们同心所想。但若你们自行决议,各人皆是自身意向的主人,我们在流这血的事上是清白的。我写这些,并非不信任你们,而是借由表明我自己的见解来坚定某些迟疑者的心,免得有人过早被卷入共融,或接受了他们的按手之后,待到日后和平降临时,强行要将自己列入圣职团之中。城内与教区的全体教士,连同敬畏主的所有民众,我们皆借由你们向他们致意。

语法注5 条
  1. 240ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι

    由 ἄν 与直陈式不定过去时 ἐξήρκεσεν 结合构成的潜势/非真实条件句结构,意为“即便没有书信,也足以向我们提供……”。关系代词 ὃς 修饰先行词 τοιούτου ἀνδρός(狄奥多西),不定式 παρασχεῖν 与 ποιήσασθαι 均作 ἐξήρκεσεν ἂν 的补足语。

  2. 240ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν

    动词 πάσχω(受难、承受作用)与 δράω(行动、施加作用)的对比结构。意指冰雹等突发祸患在撞击坚固抵抗物时,非但未能对客体造成破坏,反而自身先承受了破损。

  3. 240εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ

    在由 εἰ 引导的条件从句中,嵌入了表原因或事实的 ὅτι 从句(“即某人占据了祈祷之所……”),并由指示代词 τοῦτο 复指该内容作为动词 ἀνιᾷ(“使忧伤/折磨”)的主语。骨干结构为“如果‘……这一事实’使你们痛苦的话”。

  4. 240ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον

    由 ἔδειξε(主语为犹大)统辖的双宾格/宾语与宾补结构,接反身代词 ἑαυτόν 与比较级形容词 αἱρετώτερον(“显明自己比……更值得被选择”)。属格短语 τῶν νῦν ἀπερυθριασάντων ... διακειμένων 作比较属格(genitive of comparison),意为“比那些如今……的人”。

  5. 240ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι

    由 ὡς μή 与不定式(προληφθῆναι 及 βιάζεσθαι)构成的目的从属结构。阳性复数宾格分词 δεξαμένους 与不定式 βιάζεσθαι 的逻辑主语在格上保持一致。整句表达其写作目的:“免得有人被预先卷入共融,或接受了他们的按手后,待日后和平来临时强行要将自己列入圣职团之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:240