- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:239
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信萨摩萨塔的尤西比乌,痛陈阿里乌派势力在各地驱逐正统派主教并强立无赖之辈(包括其弟格列高利被逐以及尼科波利斯的背叛事件),恳请其代祷,并吐露了对于西方教会面对东方危机时所表现出的傲慢顽固而感到的困惑与无奈。
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων. Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων,1 ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρʼ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς ἐκκλησίαις ὁ καταστήσας. οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμόν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τοῦτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτόν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας; ἐδέξατο μὲν γὰρ παρʼ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος. Τοῖς δὲ ἐκ τῆς δύσεως αὐτὸς προενέτυχες, διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου· ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτισσίμῳ, πολλὴν ἔχοντι σπουδήν, καὶ περιιόντι τὴν ἀνατολήν, καὶ παρʼ ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. τίνα οὖν δεῖ ἐπιστεῖλαι δι’ αὐτῶν, ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι, αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· μὴ ὄφελες λίσσεσθαι·2 διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ. τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ἡμῖν ὁ Κύριος, ποίας ἑτέρας προσθήκης δεόμεθα· ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος;3 οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, ἃ πρότερον ἐπὶ Μαρκέλλῳ, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν βεβαιώσαντες. ἐγὼ μὲν γὰρ αὐτὸς ἄνευ τοῦ κοινοῦ σχήματος ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι, ὅτι οὔτε ἴσασι τῶν παρʼ ἡμῖν τὴν ἀλήθειαν, οὔτε τὴν ὁδὸν δι’ ἧς ἂν μανθάνοιεν καταδέχονται· καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι, μηδὲ ἀξίωμα κρίνειν ὑπερηφάνιαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.
致萨摩萨塔主教尤西比乌。 主如今再次借着我们至为挂念且至为虔敬的弟兄、同工长老安条克,赐予我们向您的圣德致意的机会,劝请您履行一贯的职责为我们祈祷,并使我们自己借着书信的交流,从长久的分离中寻得些许安慰。然而在祈祷时,我们首先且最恳切地请求您向主求取之事,便是拯救我们脱离那些反常而邪恶之徒;他们对民众的控制已达到如此地步,以至于我们如今脑海中浮现的唯有犹太沦陷时的惨状。因为各教会向着衰弱滑落得越深,人们的弄权之欲便越是炽盛。主教的名号如今已沦落到可怜的家奴之手,因为上帝的仆人中无人愿意强行插足,除了那些走投无路之徒——正如如今由尤伊皮乌斯的走狗阿尼修斯以及帕纳苏斯的埃克迪基乌斯所差遣的那帮人;任命〔埃克迪基乌斯〕的人将他作为自己来生恶毒的资粮留给了教会。这些人如今将我的兄弟逐出尼斯,换上了一个男人,或者说是一个仅值几个钱币的奴隶,而在败坏信仰方面,此人与任命他的人不相上下。在多阿拉村,他们通过奉承一个无神的妇人——她从前曾为了私欲利用乔治,如今又让这人接替他——差遣了一个败类,一个从主人家潜逃、本是孤儿仆役的人,从而亵渎了主教这令人怜悯的名号。至于尼科波利斯人的遭遇,又有谁能予以相称的哀悼呢?可怜的弗隆托从前表面上伪装成真理的辩护者,最终却可耻地背叛了信仰与他自己,所获得的背叛报酬不过是一个蒙羞的名号;因为他自以为从他们那里获得了主教的尊荣,但蒙上帝之恩,他已沦为全亚美尼亚共同唾弃的可憎之物。只不过对他们而言,没有什么是不敢妄为的,他们也从不缺少与他们相称的同伙。至于叙利亚的其余事务,弟兄安条克比我们知晓得更清楚,他会向您细细讲述。 至于来自西方的人,弟兄多罗特乌斯既已将一切叙述过,您自己此前便已接见过他们。如今在他再次动身离去之际,究竟该交给他怎样的书信呢?因为他或许会与善良的桑克蒂西姆斯同行,后者大有热心,周游东方,并从每位显要人物手中取得签名与书信。因此,借由他们当写些什么,或者当如何与写信之人保持一致,我自己深感茫然;但若您能迅速找到前往我们这里的人,恳请示知我们。因为我心中不禁浮现出狄奥墨得斯的那句话:“但愿你不曾去央求他,因为”,他说,“那人是傲慢的”。诚然,骄狂的性情若受到奉承讨好,生来便会变得比以往更加目中无人。因为主若眷顾怜悯我们,我们还需要什么外在的增益呢?但上帝的愤怒若仍存留,西方的傲慢对我们又能有何助益?他们既不知晓真理,也不愿耐下心来学习,反而先入为主地怀抱虚假的猜忌,如今所行之事恰如昔日对待马尔克鲁斯时那样,与向他们报告真理的人争吵不休,借着自身巩固了异端。事实上,我本人原本希望撇开公开的公文形式,直接致信他们的领袖:绝不谈论教会的具体事务,仅是隐晦地暗示他们既不知晓我们这里实情的真相,也不接受能够知晓真相的途径;但总体而言,则是指出不应去压迫那些因试炼而降卑之人,也不应将骄狂误判为尊严——单单这一罪过便足以造成对上帝的敌意。
- 239οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων
在独立属格结构 οὐδενὸς τῶν δούλων τοῦ Θεοῦ αἱρουμένου(“在上帝的仆人中无人愿意强行插足”)的框架中,连词 ἤ 引入了属格短语 τῶν ἀπεγνωσμένων(“除了那些走投无路/绝望之徒”),表示例外排除。属格 τῶν ἀπεγνωσμένων 在语法上与 οὐδενὸς 相对等并列,意即“除破罐破摔之流外,上帝的仆从无一人愿意置身其中”。
- 239μὴ ὄφελες λίσσεσθαι
引用荷马《伊利亚特》第9卷第698行中狄奥墨得斯的原话。此句采用过去未实现愿望(与过去事实相反)的固定句型 ὄφελον(此处为未加增词头形式 ὄφελες,第二人称单数不定过去时直陈式)加上不定式 λίσσεσθαι,并由否定词 μή 修饰,表达对过去已发生行为的悔恨与抱怨:“但愿你未曾向他恳求!”。
- 239ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος;
在此反问句中,属格短语 τῆς δυτικῆς ὀφρύος(“西方的傲眉/狂妄”)作为修饰动作名词 βοήθεια(“帮助”)的属格,可解为主格性属格(“西方的高傲所带来的助益”)或来源/起点属格(“从西方的傲慢那里能得到何种帮助”)。在此处,“挑起的眉毛”(ὀφρῦς)被借喻为西方教会领袖目中无人的傲慢态度。
