- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:238
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔勉励尼科波利斯的长老们,不要因同僚的背叛及被驱逐出教堂而沮丧,当坚信教会团体的完整性与属天的赏报,坚定不移地忍耐守道。
Νικοπολίταις πρεσβυτέροις. Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων1 διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν, εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε,2 καὶ ὁ ἄγγελος ὁ τῆς ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. ὥστε κενοῖς ἐγκατακλίνονται καθʼ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι, μήτε ἀποκάμνετε τῇ ἐλπίδι. ἔτι γὰρ μικρὸν ὅσον ὅσον,3 ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν, καὶ οὐ χρονιεῖ.
致尼科波利斯的长老们。 我收到了您们虔敬的来信,但从中并未得知任何超出已知之事的新情况。因为那传闻早已传遍了整个周边地区,四处宣告在您们中间堕落之人的耻辱;此人因贪恋虚荣,为自己招致了最可耻的屈辱,且被发觉因自私自爱而丧失了对信仰的赏报,不仅如此,由于敬畏主之人的正义憎恶,他甚至未能拥有那可怜的微薄名声——他正是渴望得到它才将自己出卖给不敬之举的。然而,他通过当下的抉择,为自己的整个人生提供了最清晰的明证:他从未寄望于主为我们存留的应许而活,若说他曾为自己图谋过某种世俗之事,无论是信仰的言辞还是虔敬的假象,全都是为了欺骗与他交往之人而施展的伎俩。 然而,所发生之事为何让您们痛苦不堪?您们难道因此就比原本的自己逊色了吗?您们的整全队伍中不过少了一人;哪怕或许另有一两人随之离去,因堕落而可怜的也是他们,而您们的团体蒙上帝之恩依然完好无损。因为无用之物虽已脱落,存留之身却未遭残损。若因被驱逐于教堂殿墙之外而使您们忧伤,然而您们将在天国上帝的庇护下安营,守护教会的天使也已同您们一道离去。因此,他们每天不过是蜷居在空荡的殿堂之中,因驱散民众而为自己招致沉重的审判。即便在此事中确有劳苦,我在主里深信,这绝不会对您们归于徒然。所以,您们所经历的试炼越是繁多,就越当期待从公义的审判者那里获得更加丰厚的赏报。因此,既不要因眼前之事而愤懑,也不要在指望中倦怠。因为再过极短、极短的片刻,那扶助您们者就必临到您们,绝不迟延。
- 238καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων
此处由 μὲν... δέ 引导两个补充分词短语,均作 εὑρέθη 的主语补足成分,构成对比:第一肢为 τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν... ἐκπεσών(丧失对信仰的奖赏),第二肢为 αὐτὸ δὲ τὸ δύστηνον δοξάριον... οὐκ ἔχων(甚至未能保有微薄名声)。其中分词 οὐκ ἔχων 与其支配动词及宾语之间插入了关系从句 οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ,形成了显著的语序离隔。
- 238εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε
在条件从句(εἰ δὲ ἀνιᾷ...)之后的归结主句开头,连接词 ἀλλά 充当归结连接词(apodotic ἀλλά),用于在让步或条件表述之后引出强烈的对比与安慰(“纵使……让您们悲痛,然而……”)。
- 238ἔτι γὰρ μικρὸν ὅσον ὅσον
由中性对格 ὅσον 的重复构成的习惯表达,用以强调极短的暂留时间(“再过极短、极短的片刻”)。该表达源自圣经文本(七十士译本《以赛亚书》26:20;《希伯来书》10:37),在句中作副词性修饰,与后文的 ἥξει 配合以宣告拯救与扶助的迫近。
