← 该撒利亚的巴西流

书信集

§237

致尤西比乌关于教难与危局的报告

巴西尔向尤西比乌解释了因使者错过而未能如期致信的原委,并通报了总督代理压迫正统教士的暴行以及尼科波利斯教会面临的危局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§237

Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων. Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. ἀλλʼ οὔτε ὁ βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν· ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν, καὶ οὕτω μεῖναι παρʼ ἡμῖν τὰ γράμματα. ὁ δὲ πραιπόσιτος τάχα, ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε, μήτε τὰς ἐπιστολὰς ἀνελόμενος, μήτε ἡμᾶς θεασάμενος. ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν. ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι, μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. καίτοιγε ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφʼ ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους.1 Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν. ἅνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα. ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν,2 ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετʼ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ δι’ αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθʼ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνούς, ἢ χρήσασθαι τῇ συνηθείᾳ.3 τὰ μὲν οὖν τῶν ἐκκλησιῶν τοιαῦτα. ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾷν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.

致萨摩萨塔主教尤西比乌。 我既曾通过色雷斯的总督代理(维卡里乌斯)致信给您的虔敬,又曾通过一位从我们地区前往色雷斯的菲利普波利斯国库总管(普赖波西图斯)写了另一些信件,并恳求他在启程时携带。然而总督代理并未接收我们的书信;因为当时我们正在巡视教区,他在黄昏时抵达城中,拂晓未明时便又驱车离去,以致教会的管家们未察觉此人的逗留,书信便如此留在了我们手中。而那位总管或许由于受制于某种意料之外的变故,匆促出发,既未取走信件,也未与我们相见。而且未能寻得其他任何人。因此我们深陷忧伤,既无法给您的虔敬写信,也无法收到回信。然而,倘若对我而言可行,我本真切希望能向您逐日通报降临到我们身上的诸般事变。因为这些事态如此纷繁且奇特,以致需要一部日记式的专史;若非接踵而至的患难不断将我的思绪从既定事务中驱散,请确信,我早已将其编撰成篇了。 一位总督代理来到了我们这里,这是我们灾难的首端与极点。此人在思想上是否确实属于异端,我不得而知(因为我认为他对一切学问都一无所知,对此类事情既无热忱亦无钻研;我看见他日夜在灵魂与肉体上忙碌于其他俗务);然而,他偏袒异端,与其说是出于对他们的爱戴,毋宁说是由于对我们的憎恨。因为他在严冬之际于加拉太召集了一次废弛法度的伪主教公会,驱逐了希普西努,换上了埃克迪基乌;他又下令将我的兄弟缉拿押送,仅凭一个身份卑微之人的控告。随后,他在军营附近稍作逗留后,又满腔怒火、杀气腾腾地向我们扑来,一声令下便将凯撒利亚教会的所有教士尽数移交市政参事会;接着他在塞巴斯提亚逗留数日甄别党羽,将与我们共融者指定为参议员并判处服公共差役,而对依附欧斯塔修斯之人则施以极高礼遇。 他又下令在尼撒附近召集由加拉太人和本都人组成的主教公会。他们遵奉命令,聚集之后向各教会派遣了一人,至于此人品行如何,我实不愿明言,但以您的明哲智慧,尽可推想侍奉此类心意之人会是何等模样。而现在,正当我书写这封信时,这同一伙人已奔赴塞巴斯提亚,与欧斯塔修斯勾结,并随同他颠覆尼科波利斯人的事务;因为蒙福的提奥多托已经安息。迄今为止,他们勇敢而坚定地击退了总督代理的初次进犯;因为总督代理曾试图劝说他们接纳欧斯塔修斯,并通过他接受主教;但他见他们决不自愿屈服,如今正试图以更暴力的手段强行安插所指定的人选。私下里亦盛传着关于一次公会的企图,他们打算在召集我们之后,要么强纳我们为共融者,要么诉诸其惯用伎俩。教会的现状便是如此。至于我本人的身体状况,我认为沉默胜于书写;因为讲出真情会使您忧伤,而我又断不能忍受说谎。

语法注3 条
  1. 237ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους

    非真实条件句中归结节采用不带小词 ἄν 的不定过去时直陈语气 συνέταξα。按常规语法此处应带 ἄν,但省略 ἄν 是一种修辞技巧,旨在生动地强调该行为险些确定发生、若非障碍便已然实现。条件从句(εἰ μὴ ... εἶχον)使用未完成过去时直陈语气,表示思绪持续受到侵扰的阻碍状态。

  2. 237ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν

    形容词 ἀγώγιμος(“应予缉捕押送的”)与不定式 γενέσθαι 构成宾语补足语,其主词宾格为 τὸν ἀδελφὸν τὸν ἐμόν(指尼撒的贵格利),在司法/行政意义上表示下令将其逮捕并强行押送。

  3. 237ἢ χρήσασθαι τῇ συνηθείᾳ

    名词 ἡ συνήθεια 字面意为“习惯”、“常例”或“交往”。在此处与前面的 ἢ λαβεῖν κοινωνούς(“要么纳为共融者”)构成对立选择,委婉而讽刺地指代“他们的惯用手段”,即对不顺从的正统派主教实施其惯用的罢黜、流放或暴力迫害。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:237