- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:236#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔驳斥了节制派在饮食禁忌上的诘难,指导如何驳斥宿命论,随后阐明了洗礼中的浸没与浮起、单词重音,以及实体(ousia)与位格(hypostasis)的神学区分,最后论述了财富与健康等中性事物如何受上帝护理之治理。
Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλʼ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησεν.1 Πρὸς δὲ τοὺς λέγοντας καθʼ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παρʼ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας. Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις. Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς.2 Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον·3 οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι, ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵνʼ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλʼ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας δὲ λέγειν· Πιστεύω εἰς Θεὸν Πατέρα. καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν· Πιστεύω εἰς Θεὸν Υἱόν. ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον· ὥστε δι’ ὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι. Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθούς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ Ἀβραάμ, καὶ τῷ Ἰώβ, καὶ τοῖς τοιούτοις· τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλʼ οἰκονομικός. οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν,4 οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές.
对于精明的节制派针对他们那庄重的难题——即我们为何不同样食用一切食物——理当如此答复:我们同样厌恶自身的排泄物。因为按本质价值而言,肉类对我们来说就像草本植物;但按有益与否的分辨而言,正如在植物中我们将有害的与适宜的分开,同样在肉类中我们也从有益的当中辨别出有害的。因为毒芹固然是蔬菜,正如秃鹫肉亦是肉类一样;然而有理智的人谁也不会食用天仙子,若非大难相迫,谁也不会触碰狗肉——尽管食之者并未违背律法。至于那些声称人事皆由命运支配的人,切莫向我们索求论辩,而当用你自身的修辞利箭去刺伤他们;因为这一问题对于我当下的虚弱病体而言过于冗长浩繁了。 关于洗礼中的浮出水面(仰头),我不知道你为何想到发问,假若你已经接受了沉入水中乃是实现三日的预表。因为若不同样次数地浮出水面,三次沉入水中乃是不可能的。 至于“贪食者”一词,我们将其重音落在倒数第二音节上。 实体与位格的差异,正如普遍对于个别的差异;例如“动物”对于“某个人”的关系一样。为此,我们对于神性承认单一的实体,以便不将存在的定义各异地阐明;但承认各自独特的位格,以便关于父、子和圣灵的观念在我们心中不相混淆且清晰分明地存在。因为如果我们不领会关于每一位的限定特征——例如父性、子性与圣化——而仅从存在的共同概念来承认上帝,便不可能健全地阐述信仰的告白。因此应当将独特的特征加于共同的概念之上,如此告白信仰:“神性是普遍的,父性是独特的”;并将二者结合起来说:“我信父上帝”。在对子的告白中亦当同样行,将独特的与共同的相结合,说:“我信子上帝”。同样关于圣灵,按照宣告的逻辑构成其表达,说:“我也信神圣的圣灵”;从而始终在对单一神性的告白中保全统一性,并在领会每一位格特质的界定中告白各位格的独特性。然而那些主张实体与位格相同的人,被迫仅承认不同的面具角色,并在回避说出“三位格”时,显出未能避开撒伯流之谬误,撒伯流本人也多处混淆其概念,试图区分角色,声称同一位格根据每次偶发的需求而改换形态。 关于你所询问的,有关我们周遭的中性与无关紧要之事如何受治理——究竟是由于某种盲目的偶然,还是出于上帝公义的护理——我们说:健康与疾病、财富与贫穷、荣耀与羞辱,就其不能使拥有者成为善人而言,并不属于本性上的善;但就其为我们的生活带来某种顺境而言,前者比其对立面更值得选取,并被称为具有某种价值。然而,这些事物一方面是上帝出于管理的缘故赐予某些人的,如赐给亚伯拉罕、约伯及此类人物;另一方面,对于劣等人而言则是改善德行的呼召,因为在蒙受上帝如此善待之后仍固执于不义之人,无可辩驳地使自身受制于审判。然而义人在财富现存时既不为其牵挂,在缺乏时亦不予强求;因为他不是受赐之物的享乐者,而是管家。凡有理性之人,若非图谋凡夫俗子的虚名——那些人钦佩并嫉妒身居权位者——断不会争先恐后奔向分配他人财物的劳碌。义人将疾病视为角力竞技,期盼着因忍耐而获得伟大的冠冕。而若将这些事物的治理归于其他任何存在,不仅荒谬绝伦,而且是不虔敬的。
- 236ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησεν
连词 ὡς 引导一个附带性的限制/让步从句(“尽管吃的人并未违背律法”)。它澄清了虽然有理智之人出于厌恶或常理在非迫不得已时不会食用此类肉食,但这在律法上并不构成犯戒罪过。
- 236Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς
关于名词 φάγος(贪食者,此处为宾格 φάγον)的语音与重音说明。巴西尔指明其应当按倒数第二音节重音(paroxytone,即 φάγον)来读,而非读作末音节重音(φαγόν)。
- 236Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον·
加帕多家教父三位一体论核心定义句。关系从句 ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον 将“实体(οὐσία)”与“普遍(τὸ κοινόν)”对应,将“位格(ὑπόστασις)”与“个别(τὸ καθʼ ἕκαστον)”对应,确立了二者的范畴级差。
- 236ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν
条件从句 ἐὰν μή(“除非”)修饰前述否定主句 οὐδεὶς... ἐπιτρέχει(“无人会争先奔向”)。二者结合构成排他性限定,意指“唯有当其图谋大众的虚荣称赞时,才会去承担分发他人财物的劳役”。
