- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:236#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔调和了马太与马克福音中关于终局时辰的记载,阐明子的知识源于同质的父;随后论及耶利米书有关耶哥尼雅被废弃的预言,指出大卫王位的中断与转变为基督永恒属灵王权的实现铺平了道路。
Ἀψευδὴς γὰρ ὁ εἰπών, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. ἓν δὲ ὧν ἔχει καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου ὁ Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι’ ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· Εἰ μὴ ὁ Πατὴρ μόνος. τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν· ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδὲ ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ·1 τουτέστιν, ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. καὶ ἀβιαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ τῷ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδʼ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι. Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί2 φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ· ἁπλοῦς καὶ σαφής ἐστιν ὁ λόγος. καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον· ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. ὅθεν ὁ κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα ἡ Ἰουδαία, καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν· καὶ καθʼ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο,3 ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφʼ ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης· Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσι. τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν.
因为那说过“父所有的一切都是我的”的主不会说谎;而父所拥有的事物之一,也包括对那日子和时辰的知识。因此,在马太的表述中,主因其理所当然而对其自身位格避而不谈,说天使不知,惟独父知道,这是在默示中表明父的知识亦属于祂自己,因为主在别处也曾说过:“正如父认识我,我也认识父一样。”若是父彻彻底底地认识子,以致通晓蓄积于子身上的一切智慧,那么按照相等的尺度,父显然也将同样被子完全认识,连同其内在于祂的一切智慧及对未来的预知。因此,对于马太福音中“惟独父知道”这处经文,我们认为理当做这般的抚慰与阐明。至于马克的记载,由于显然看似将子也从知识中分离出去,我们则作如下理解:即“没有人知道,上帝的天使也不知道,甚至子若非因为父,也未尝得知”——也就是说,子知晓的原因来自父。对于善意聆听之人而言,这一解释是毫不牵强的,因为此处并未像马太福音那样附加上“惟独”。因此,马克那里的含义乃是如此:“但关于那日子或时辰,没有人知道,上帝的天使不知道,若非因为父,子也本不能知道”;因为这知识乃是从父赐予并存在于祂的。而关于子,说祂既然与父同质,便也从父那里获得认知,并在与其神性相称的一切智慧与荣耀中受瞻仰,这是至为合宜且合乎神圣威严的。 至于耶哥尼雅,先知耶利米说他从犹大地被逐出,说:“耶哥尼雅受辱,如同毫无用处的器皿”,又说“他与他的后裔被抛掷,他的后裔中必不再有一人兴起,坐在大卫的宝座上治理犹大” ——对此的阐释简单明了。因为耶路撒冷被尼布甲尼撒攻破后,王室统治固然瓦解,不再像从前那样有着父系的权位传承;然而从那时起,大卫的后裔一开始就在俘虏流亡中度日。当撒拉铁与所罗巴伯等人归回后,他们以更为亲民的方式引导民众,其统治随后因祭司支派与君王支派的通婚混同而转移到祭司职分上。由此,主兼为君王以及在敬神之事上的大祭司。而君王支派固然直到基督降临都未曾绝嗣,但耶哥尼雅的后裔却未曾再坐于大卫的宝座上。因为“宝座”显然是指君王之尊荣。无论如何,你必定记得那段历史:全犹太地、以东地、摩押地,以及叙利亚邻近乃至远至两河流域的一切地区,并在另一方向远至埃及河,都曾向大卫纳贡。既然在随后的岁月中无人曾达到过如此尊荣,那么先知所说“耶哥尼雅的后裔必不再有人坐在大卫的宝座上”的话又怎能不是真实的呢?因为显然未曾有出自他的人掌握过这一尊荣。然而犹大支派并未断绝,直到那拥有应许权位者来到;祂自己也未曾坐于属肉体的宝座上,因为犹太王国随后转移到了阿斯卡隆人安提帕特之子希律及其众子手中,他们在彼拉多任巡抚、提庇留掌握罗马帝国全部统治权时将犹太地分治为四区。然而,先知所谓的“大卫的宝座”,即主所坐的,是指那不可摧毁的国度。因为祂乃是万民的指望,而不仅是普天下微小部分的指望;因为经上说:“将有耶西的根,就是那兴起来治理外邦的;外邦人都要仰望祂。”又说:“我立你作众民的约,作列国的光。”并说:“我也要使祂的后裔存到永远,使祂的宝座如天之久。”因此,尽管祂未曾接管犹大的权杖,但作为上帝,祂依然是长存的祭司,是全地的君王,雅各的祝福亦得确证;并且地上的万族都必因祂的后裔得福,万邦都要称基督为有福。
- 236ἀλλʼ οὐδʼ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ
作者将马克福音13:32中的“οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ”(子也不知道,惟有父知道)重新解释为带有 ἄν 与直说语气不定过去时(ἔγνω)的非真实条件句。此处的 εἰ μή 不被视作简单的除外(“除了父”),而被理解为省略了动词的条件结构(“若非由于父[的赐予],子亦不得而知”),从而将经文的焦点从子的“无知”转换为指出父是子全知的“原由与源头”。
- 236ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαι
由 φησίν 所带的对格加不定词结构,以表追放或宣告除名的述语形容词 ἐκκήρυκτος 搭配介词短语 ἀπὸ τῆς Ἰουδαίας γῆς,指代耶利米书22章中关于耶哥尼雅被掳流放的宣告。
- 236ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο
暗引了七十士译本创世记49:10中的示罗预言(ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ 或 ᾧ ἀπόκειται)。关系代词与格 ᾧ(先行词被省略)表示领有或归属(“属于祂”或“为祂所存留”),在此特指弥赛亚基督。
