← 该撒利亚的巴西流

书信集

§236#1

关于子不知终局时辰的经文诠释

巴西尔回应了关于子不知终局日子与时辰的福音书经文,驳斥了异质派的观点,指出“没有人”既可指父作为第一因的首要性,亦可归于道成肉身的经纶人性,并对马太与马克的记载进行了对照分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§236#1

Τῷ αὐτῷ Ἀμφιλοχίῳ. Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου, καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα1 τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει, τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη.2 ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν, καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανίστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν Χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;)· τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον, καὶ τῆς ἐκ τοῦ λόγου ἀποδείξεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις, ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν. Ὅτι τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι· ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱός, ταῦτα λέγει. ἀλλʼ ἐπειδὴ τὸ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τὸ οὐδεὶς συνυπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν. καὶ τὸ Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. οὕτω καὶ τὸ Οὐδεὶς οἶδε τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται, τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ,3 εἰκόνα δέ, οὐ χαρακτῆρος σωματικοῦ, ἀλλʼ αὐτῆς τῆς θεότητος, καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; μέρος δὲ δηλονότι τῆς σοφίας ἡ γνῶσις· ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. πῶς δὲ καὶ ὁ Πατήρ, δι’ οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπʼ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ ἐν τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; ἐν οἷς γὰρ λέγει, Οὔπω τὸ τέλος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλʼ ὡς εἰδὼς διορίζεται. ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι, πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους ὁ Κύριος διαλέγεται τοῖς ἀνθρώποις· οἷον, Δός μοι πιεῖν, φωνή ἐστι τοῦ Κυρίου τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. καίτοι ὁ αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. οὕτω καὶ νῦν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν οἰκονομικῶς πάντα καταδεξάμενον, καὶ προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι, λαμβάνων τις, οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας. Τῆς σῆς δʼ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ τὴν Μάρκου. οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. ἡ μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος· ἡ δὲ τοῦ Μάρκου· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; ὅτι ὁ μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ ὁ Πατὴρ μόνος. ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι· τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν.

致同一位安菲洛基乌。 福音书中关于我们的主耶稣基督不知终局之日子和时辰的话,早已为众人所探究,且尤为异质派不断提出,以此摧毁独生子的荣耀,论证其本质上的不同与尊严上的降格,理由是那并非全知者,既不能具有相同的本性,也不能在同一种相似性中被构想于那藉由对未来的预知与把握之能而包容万有之知识者;如今,这一论题由你的明智当作新鲜之事向我们提出。因此,我们自童年起从先父们所听闻的、且因热爱良善之事而未加挑剔便欣然接纳的话,我们尚可陈述,这些话虽不能消除与基督为敌之人的厚颜无耻(因为有何种言论能显现得比他们的盲冲更为有力呢?),但对于那些爱主、且持有从信仰而来的先入之见甚于来自理性证明之人,或许能提供充分的坚信。 因为“没有人”固然看似是一个全称字眼,仿佛没有一个位格被此言辞排除在外;然而在圣经中,它并非按此方式使用,正如我们在“除了上帝一位之外,没有人是良善的”这一句中所见。因为在那里,子并非是将自己置于善的本性之外而说这些话的;而是因为父是最初的善,我们相信,是在暗含“首先”之意的情况下说了“没有人”。同样,“除了父,没有人认识子”,在那里祂并非是在指控圣灵的无知,而是见证对其自身本性的认知首先归于父。同样,我们也认为,“没有人知道”这话的发出,乃是将对存在者与将存在者的最先认知归于父,并在万事中向人指明第一因。否则,这一说法又怎能顺应圣经其余的见证,又怎能符合我们这些人的共同观念呢?我们已信独生子乃是不可见之上帝的肖像,而这肖像不是身体特征的肖像,而是神性本身及就上帝本质所构想之伟大威严的肖像,是能力的肖像,是智慧的肖像,正如经上所记:“基督是上帝的能力,上帝的智慧”。而知识显然是智慧的一部分;如果子在某些事物上有所匮乏,祂就未能完全映现这智慧。父既藉着子创造了诸世代,又怎会不向祂显示诸世代中极微小的部分,即那日子和时辰呢?或者,万物的造作者又怎会匮乏对其所造之物中极微小部分的认知呢?那预言在终局临近之时、天上和地下各处将显现如此这般征兆者,又怎会不知终局本身呢?因为当祂说“终局还没有到”时,祂不是作为疑虑者,而是作为深知者加以裁决的。再者,对于公正省察者而言,主亦从人性方面向人说了许多话;例如,“请给我水喝”,乃是主满足身体需求的声音。然而祈求者并非没有灵魂的肉身,而是取用了具生灵之肉身的神性。同样,如今若有人将无知一事归于在经纶中承担了一切、并在上帝和人面前在智慧和恩典上不断增长的那一位,便不会偏离虔敬之见。 陈述福音书的言论并将马太与马克的记载相互对照,这属于你的勤勉之功。因为唯有他们二人在此处显得彼此一致。马太的字句如下:“但那日子、那时辰,没有人知道,连天上的使者也不知道,惟独父知道。”马克的字句则是:“但那日子、那时辰,没有人知道,连天上的使者也不知道,子也不知道,惟有父知道。”那么,在这些话中有何值得注意的呢?就是马太未提及子的不知,但因说“惟独父知道”,似乎在含义上与马克一致。然而我们认为,“惟独”乃是相对于使者所作的对照区分,而子并未因不知而与自己的仆人归为一类。

语法注3 条
  1. 236ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα

    在由 ὡς 引导的属格独立结构中,τοῦ μὴ πάντα εἰδότος(“非全知者”)作为 δυναμένου 的逻辑主语,并充当不定式 ἔχειν 与 νοεῖσθαι 的主语。πρὸς 介词短语则表示比较或对照的基准。

  2. 236Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν ... τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη

    句首的完成时被动分词 Ἐζητημένον 与现在时被动分词 προβαλλόμενον 与 τὸ εὐαγγελικὸν ῥητόν 一致,构成前置的悬空结构(nominativus/accusativus pendens),在长修饰句之后由指示代词 τοῦτο 接引,作主句动词 προεβλήθη 的主语。

  3. 236τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ

    属格分词 τῶν πεπιστευκότων 在语法意义上与前文 ταῖς κοιναῖς ἡμῶν ἐννοίαις 中的代词属格 ἡμῶν(“我们这些信者”)同位一致。其后引导以 τὸν Μονογενῆ 为主语宾格、εἰκόνα 为表语宾格的“宾格加不定式”补足结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:236#1