← 该撒利亚的巴西流

书信集

§235#2

圣经中认识一词的多重含义

巴西尔援引圣经中的众多例证(保罗书信及旧约经文),指出“认识”一词并非指对上帝本质的观照,而是包含体察上帝作为、顺服戒命及相亲交好等多重含义,以此驳斥对手的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§235#2

Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν,1 πῶς εἶπεν ὁ Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι ὁ βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις,2 καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ ἡ τήρησις τῶν ἐντολῶν, καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου,3 τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.

既然如此,就让他们向我们解释,保罗何以说“如今我们所知道的有限”。难道我们是有限地知道祂的本质,仿佛是知道祂本质的各个部分吗?但这是荒谬的,因为上帝是无部分的。难道我们是完全知道这本质吗?那么又何谈“及至那完全的来到,这有限的必归于无有”呢?偶像崇拜者又是因何受到控告的呢?难道不是因为“他们虽然知道上帝,却不把祂当作上帝荣耀祂”吗?抑或是,无知的加拉太人为何受到保罗的斥责,保罗说:“现在你们既然认识上帝,更可以说是被上帝所认识的,怎么还要归回那懦弱无用的微小原则呢?”上帝又何以是“在犹大被认识”的呢?难道是因为在犹大,祂的本质——无论那究竟是什么——被完全认知了吗?经上说:“牛认识主人”——按你们的说法,显然牛是认识了主人的本质;“驴认识主人的槽”——难道驴也认识了食槽的本质?然而上帝说:“以色列却不认识我。”按你们的说法,以色列受到指责,乃是因为没有认知上帝的本质——无论那究竟是什么。经上说:“将你的愤怒倾倒在不认识你的列邦身上”——也就是说,倾倒在未曾领悟你本质的人身上! 然而正如我们所说,知识具有多重含义。因为知识既是对创造我们者的理解,也是对祂奇妙作为的体察,是对诫命的恪守,亦是与祂的相亲交好;但这些人却把所有这些弃置不顾,将知识生拉硬拽到一个单一的含义上,即对上帝本质本身的观照。经上说:“你要把这放在法柜前面,我就从那里被你认识。”难道“被认识”是用以代替“彰显我的本质”吗?“主认识属于祂的人。”难道说主认识属于祂之人的本质,却不认识悖逆之人的本质吗?“亚当认识了他的妻子。”难道亚当是认识了她的本质吗?关于利百加也说:“她是个处女,未曾有男人认识她”;又说:“我没有认识男人,这事怎能成就呢?”难道说未曾有人认知利百加的本质吗?而马利亚说的是“我未曾领会任何男人的本质”吗?抑或,经上的惯用语乃是用“认识”来称呼婚姻结合?而上帝从施恩座被认识,意思是指向敬拜者显现;“主认识属于祂的人”,意思是指因着善行接纳他们进入与祂的相亲之中。

语法注3 条
  1. 235Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν

    连词 ἐπεί 与第三人称复数命令语气 ἐξηγησάσθωσαν 连用,构成一种驳斥与挑战的反问句式:“不然的话(若按你们的前提),就让他们向我们解释……”,将举证责任推给对方。

  2. 235ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις

    分词短语 τοῦ κτίσαντος ἡμᾶς 在名词 σύνεσις 之后作宾格性属格,意为“关于创造我们者的理解/认知”,而非主格性属格(“造物主自身的理解”)。这与后文的 τῶν θαυμασίων αὐτοῦ 及 τῶν ἐντολῶν 同属宾格性属格用法。

  3. 235καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου

    中性定冠词 τό 将其后的不定式短语 γνωσθήσεσθαι τὸν Θεόν 名词化,形成表示话题的主语(“上帝从施恩座被认识一事/这一说法”),后接由 τουτέστιν 引出的解释性表语,全句省略了系动词 ἐστί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:235#2