← 该撒利亚的巴西流

书信集

§235#1

知识与信心的先后及对上帝认识的多义性

作者探讨了知识与信心的先后次序,阐明从受造物中对上帝可知特征的认识先于信心并引向敬拜,同时驳斥了论敌利用“知晓”一词的多义性强求认知上帝本质的诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§235#1

Τῷ αὐτῷ πρὸς ἄλλο ἐρώτημα. Τί πρότερον, ἡ γνῶσις, ἢ ἡ πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον.1 ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα2 τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦντες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. ταύτῃ δὲ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει ἡ προσκύνησις. Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν3 τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδήλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι·4 Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμοθέου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ.

致同一个人,回答另一项质询。 知识与信心,究竟何者在先?我们回答说,一般而言,在诸门学科中信心先于知识;但在关于我们教导的论辩中,即便有人说知识先于信心,我们也不持异议——但这仅指与人的领悟力相称的知识。因为在学科学习中,人必须首先相信这个字母被称为阿尔法,并在学会字形和发音之后,随后才获得对该字母功能的精确理解。然而在关于上帝的信心上,上帝存在的概念先行,而这一概念是我们从受造物中总结而来的。因为自从创世以来,我们借着思想便认知到祂是有智慧的、全能的、良善的,并认出祂一切不可见的属性。正因如此,我们才接纳祂为我们的主宰。因为上帝既然是全宇宙的造物主,而我们是宇宙的一部分,那么上帝自然也是我们的造物主。信心紧随这一认识而来,而敬拜又紧随这般的信心而来。 然而如今,由于“知识”这一名称具有多重含义,那些愚弄纯朴之人的人,就像剧场里在众人眼前偷换棋子的弄戏法者一样炫耀奇技,用普遍性的质询把整个问题一网打尽。因为“知识”的名称涵盖极广,可知之事有的依数量而知,有的依大小,有的依能力,有的依存在方式,有的依出生时间,有的依本质,这些人却在一个质询中把这一切全都包揽无遗;他们若是见我们承认有所知,便向我们索求关于本质的知识;若是见我们对作出断言心存顾虑,便把不虔敬的恶名转嫁到我们头上。然而,我们固然承认知道上帝的可知之事,但若要知晓那逃避我们领悟力之事,则是绝不可能的。因此,这正如你若问我是否知道沙子是什么,纵然我回答知道,但你若随即连沙子的数目也索求,你显然就是在恶意刁难;因为你的第一个问题针对的是沙子的形态,而第二个问题——纯属刁难——却转到了沙子的数目上。这种诡辩正如有人说:“你认识提摩太吗?那么你若是认识提摩太,也就认识他的本性;然而你已经承认认识提摩太,就请把提摩太本性的界说交代给我们吧。”但我既认识提摩太,又不认识他,却绝非在同一方面且在同一意义上。因为我并非在我认识他的那个方面同时不认识他,而是在一方面认识,在另一方面不知。实际上,我是按他的相貌和其余特征认识他,却不知道他的本质。因为即便是对我自己,按这同样的道理也是既知道又不知道的:我知道我自己是谁,但由于我不知道自己的本质,我也就是不知道的。

语法注4 条
  1. 235γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον

    宾格短语 γνῶσιν 作为限制性同位语,承接并限定前文 προκατάρχειν 的宾格主语 τὴν γνῶσιν,表明这里退让同意的仅仅是与人类领悟力相称的那种认知。

  2. 235μαθόντα

    阳性单数宾格分词 μαθόντα 作为无人称动词 δεῖ 所支配的不定词 λαβεῖν 的逻辑主语(即省略的泛指宾格 τινά),指代学完字母特征与发音的学习者。

  3. 235ἀπαιτοῦσιν ἡμῖν

    动词 ἀπαιτέω 通常支配双宾格(人和事),但此处对被要求的人使用了与格 ἡμῖν,属于表示利害关系或受动对象的与格用法。

  4. 235ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι

    τῷ λέγοντι 是由 ὅμοιόν ἐστι 所支配的阳性单数与格分词,字面意为“类似于那如此说的人……”,以转喻方式指代该论者所提出的诡辩论调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:235#1