- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:234
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔驳斥了“不知上帝本质即是不知上帝”的异端两难命题,论证了“知晓”一词的多种含义,并确立了不可接近的神圣本质与临及人类的诸般作为(活动)之间的区分。
Τῷ αὐτῷ πρὸς ἄλλο ἐρώτημα. Ὃ οἶδας, σέβεις, ἢ ὃ ἀγνοεῖς; ἐὰν ἀποκρινώμεθα, Ὃ οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρʼ αὐτῶν ἡ ἀπάντησις, Τίς ἡ οὐσία τοῦ προσκυνουμένου; ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα1 συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. ἀλλʼ ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστόν, τῆς οὐσίας ἐστί. τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον.2 τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεόν, ἢ εἰ δίκαιον, ἢ εἰ φιλάνθρωπον. ταῦτα ὁμολογοῦμεν εἰδέναι. εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. ἀλλʼ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. Ἀλλʼ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. σὺ δὲ ἀντίστρεψον, ὅτι εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιαλῇ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον.3 γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις, σέβεις. ἐγὼ δέ, ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. πῶς οὖν σώζομαι; διὰ τῆς πίστεως. πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. εἴδησις ἄρα τῆς θείας οὐσίας, ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτόν, οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία,4 ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία. Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ μονογενής; τὴν οὐσίαν, ἢ τὴν δύναμιν; εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; οὐχ ὅτε ἐπίστευσε; πότε δὲ ἐπίστευσεν; οὐχ ὅτε ἐκλήθη; ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ, οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφʼ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν, ἀφʼ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.
致同一个人,回答另一项质询。 “你敬拜的是你所知的,还是你所不知的?”如果我们回答说:“我们敬拜我们所知的”,他们立刻反问:“那么所敬拜者的本质是什么?”但如果我们承认不知道其本质,他们又掉转话头对我们说:“因此,你们敬拜的是你们所不知的。”然而我们说,“知晓”一词具有多种含义。因为我们说知晓上帝的伟大、权能、智慧、良善、祂眷顾我们的摄理,以及祂审判的公义——却并非其本质本身。因此,这个质询纯属刁难。因为声称不知其本质的人,并未承认自己不知道上帝,毕竟我们关于上帝的概念是由我们所罗列的诸多事项汇集而成的。然而对方说:“上帝是单纯的,凡你所罗列关于祂可知的事,都属于其本质。”但这是一个包含无数荒谬之处的诡辩。当罗列的事项如此繁多时,难道这一切都是单一本质的名称吗?难道祂的可畏与慈爱,公义与造化,预知与报应,伟大与摄理,彼此都是等同的吗?或者不论我们谈及其中哪一项,我们都是在指明其本质吗?若他们确是这样主张,就不要问我们是否知晓上帝的本质,而应当向我们探询:我们是否知晓上帝是可畏的、公义的,或慈爱的。这些我们都承认知晓。但如果他们说本质是另一回事,就不要借着单纯性来误导我们;因为他们自己也承认了本质与所罗列的每一项都是彼此不同的。实际上,诸般作为是多样的,而本质是单纯的。我们固然说从诸般作为中认识我们的上帝,却不敢妄承能够企及本质本身;因为祂的诸般作为降临于我们,但祂的本质依然不可接近。 对方又说:“但如果你不知道其本质,你就是不知道祂自己。”你应当这样反驳他:“如果你说你知道本质,你就根本不认识祂。”因为哪怕是被疯狗咬伤的人在杯中看到了狗,也并不比健康人看得更多;相反,他正是因为自以为看到了自己未曾看到的东西而可怜。因此,切莫因这人的自夸而惊异,倒要因他的狂妄而断定他是可怜的。由此应当明了,说“如果你不知道上帝的本质,你就是敬拜你所不知之物”,乃是戏弄之徒的言语。至于我,我知道祂存在,但其本质究竟为何,我认为是超越心智领悟的。那么我是如何得救的呢?借着信心。而信心足以知道上帝存在,而非祂是什么,并且祂会成为那些殷切寻求祂之人的赏报者。由此可见,对属神本质的知晓,正是对其不可把握性的感知;当受崇敬的,并非本质是什么已被领悟,而是本质确实存在。 并且应当反过来这样质问他们:“从来没有人见过上帝,只有在父怀里的独生子,将祂表明了出来。”独生子表明了父的什么?是其本质,还是其权能?若是权能,祂向我们表明了多少,我们就认识多少。若是本质,请说,祂在何处说过父的无生性就是本质?亚伯拉罕是何时敬拜的?难道不是在他信的时候吗?而他又是何时信的?难道不是在他蒙召的时候吗?那么在此处,圣经何曾见证了他有所领悟?门徒们又是何时敬拜祂的?难道不是在看见受造之物顺服于祂的时候吗?因为是从海和风听从祂,他们认识了祂的神性。因此,认识源于作为,而敬拜源于认识。“你信我能做这事吗?”“主啊,我信”;于是他敬拜了祂。这样,敬拜跟随信心,而信心由权能得以坚固。但如果你说信的人也就是知道的人,那么他从哪些事而信,也从这些事得知;或者反过来,他从哪些事而知,他也从这些事而信。而我们是从权能认识上帝。因此,我们信所认知者,敬拜所相信者。
- 234ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα
关系代词的吸引(attraction)。关系代词本应作为 ἀπηριθμησάμεθα 的直接宾语而用宾格 ἅ,但此处受其先行词 πολλῶν(属格)的影响而被吸引为属格 ὧν。
- 234μυρίας τὰς ἀτοπίας ἔχον
带冠词的名词(τὰς ἀτοπίας)与 μυρίας 构成谓语位置结构,字面意为“具有其多达万数的荒谬之处”,即“包含无数的荒唐与不合理”。
- 234μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον
原因属格(genitive of cause)。在动词 θαυμάσῃς 和 ἐλεεινὸν κρῖνον 所支配的宾格宾语(τοῦτον, αὐτόν)之外,τῆς ἐπαγγελίας(因其宣称)和 τῆς παρανοίας(因其狂妄/错乱)表示评价的缘由或依据。
- 234οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία
中性实质化分词 τὸ καταληφθέν 由间接疑问从句 τίς ἡ οὐσία(本质是什么)加以具体说明,并与表示事实的从句 ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία(本质确实存在)相对比,从而凸显了对本质内容的界定(what it is)与对其存在事实的确认(that it is)之间的本质区别。
