← 该撒利亚的巴西流

书信集

§233

致安菲洛基乌斯论理智的本性与对上帝的认知

针对安菲洛基乌斯的提问,巴西尔论证说,理智作为造物主的形象本身是美好的,但随从恶魔或圣灵会使其分别走向拜偶像或认识上帝;有限的理智就如同肉眼观察天穹一样,只能局部地认知上帝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§233

Ἀμφιλοχίῳ ἐρωτήσαντι. Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν ὁ νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι,1 κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρά, ἡ τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο· ἢ καλά·2 ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται. Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλʼ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. ὥστε προηγούμενόν ἐστιν τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται.3 οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν. ἀλλʼ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλʼ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. οὕτω δὴ καὶ περὶ Θεοῦ. εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει, ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται· εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει, καὶ Θεὸν ἐπιγνώσεται. ἐπιγνώσεται δέ, ὡς ὁ ἀπόστολος εἶπεν, ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.4

致提出提问的安菲洛基乌斯。 我自己听闻此事后也已知晓,并且看穿了这些人的伎俩。那么对于这些,我们该说什么呢?应当说:理智是美好的,而且在其中我们拥有依照造物主形象的部分;理智的活动也是美好的;并且由于它是常动不居的,故而常常把非存在之物当作存在之物而产生幻觉,但也常常直截了当地奔向真理。然而,根据我们信奉上帝之人的理解,既然有两种力量依附于理智——一种是邪恶的、属于魔鬼的,诱拉我们走向它们自己的背叛;另一种则更为属神而良善,引领我们走向与上帝的相似——那么当理智独立自存时,它所察见的是微小的事物以及与自身相称的事物;而当它委身于欺骗者时,便毁坏了自身固有的判断标准,与怪诞的幻觉为伴。那时它甚至认为木头不是木头,而是神;断定黄金不是财富,而是敬拜之物。但如果它倾向于更为神圣的部分,并领受圣灵的恩赐,那时它便能把握更为神圣的事物,只要这与它的本性相称。 因此,可以说存在着三种生存的境遇,我们理智的活动也与此数目相当。因为要么我们的作为是恶的,显然我们理智的动向也是恶的——诸如奸淫、偷窃、拜偶像、诬告、争竞、愤怒、结党、自高自大,以及使徒保罗在肉体行为中所罗列的一切;要么是善的;要么灵魂的活动属于某种中间状态,既无当受谴责之处,亦无值得称道之处,正如掌握这些日常技艺一样,我们诚然称之为中性的技艺,因其自身的本质而言并不偏向美德或邪恶。因为航海术或医术能有什么邪恶呢?当然,它们本身也并非美德,而是根据运用者本人的抉择,倾向于互相对立的两方面之中的某一方。然而,与圣灵的神性融为一体的理智,如今已能洞察伟大的沉思玄理,并瞻仰属神的纯美,但也仅限于恩典所赐予、且其自身构造所能承受的程度。 因此,且让他们放弃那些辩证法的发难,不要心怀恶意,而是以敬虔的心去查验真理。理智的判断标准赐给我们,是为了领悟真理。而真理本身就是我们的上帝。因此,认识我们的上帝是理智的首要之事,然而这种认识是以无限伟大者能够被至小者所认知的方式来认识的。因为并非由于眼睛是为观察可见之物而设立的,一切可见之物就立刻全都落入视野之中。事实上,即便天穹的半球也无法在一瞥之下尽收眼底,虽然视觉的表象环绕着我们,但在真实当中,若非说全部,天宇中也确有许多未明之事:诸星辰的本性、大小、间距、运行、会合、离角、其他相互关系,乃至苍穹自身的实体,从内凹周缘到外凸表面的深度。然而,我们绝不会因未知的事物而说天穹不可见,反而会因对其有限的把握而称其可见。关于上帝的事亦复如是。若理智受到魔鬼的损害,它就会拜偶像,或偏向某种其他形式的不虔;但若它将自身交托于圣灵的助佑,它就会认识真理,并认知上帝。不过,正如使徒所言,它只是局部地认识,而在以后的生命中则更为完全地认识;因为当完全的来到,局部的就归于无有了。因此,理智的判断标准既是美好的,又是为了一个有益的目标——即领悟上帝——而赐下的,但也仅在自身所能容纳的限度内发挥效用。

语法注4 条
  1. 233ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι

    在由原因连词 ἐπειδή 引导的句段中,并未直接接续独立的单一主句动词,而是分化为两个对应的并列时间条件从句(ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ... ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ...),并以其从句谓语动词(καθορᾷ, σύνεστιν)承担实际陈述的核心。这构成了一种破格句(anacoluthon)或复合条件结构,由原因前提引出两种相对应的时态性后果。

  2. 233ἢ καλά·

    此处是与前述三分法第一项(ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα...)并列的第二项选择,但主语与谓语均发生了极端承前省略。需结合前句补足如 ἐστὶ τὰ ἐπιτηδεύματα καὶ τὰ τοῦ νοῦ κινήματα,它与随后的第三项 ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια 共同构成完整的并列结构。

  3. 233οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται.

    否定词 οὐδέ 与主句副词 ἤδη(意为“并非就此”、“绝非立刻”)相呼应,构成“并不因为……就直接导致……”的逻辑反驳句式。由于原因从句 ἐπειδὴ... 紧随其后插入,造成了语序上的离隔,其句法骨干为 οὐδὲ ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται。

  4. 233ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.

    分词 ἐνεργοῦν 为中性主格,修饰先行主语 τὸ κριτήριον,表示伴随状况或方式。中性形容词 χωρητόν(省略了系词 ἐστί)意为“所能容纳的”,支配与格 αὐτῷ(指理智),与相关代词 τοσοῦτον ὅσον 呼应,意为“仅在它自身所能容纳的限度内发挥效用”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:233