← 该撒利亚的巴西流

书信集

§231-232

致安菲洛基乌斯谈教会风波与圣灵论完稿

巴西尔致信安菲洛基乌斯,引荐信使埃尔皮迪乌斯,叙述了其弟遭流放及各地教会所受的风波并敦促对方来访,同时提及《论圣灵》的成书交付情况,并对收到的礼品致谢及答复问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§231

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο.1 ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν δι’ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δι’ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι’ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου. Γίνωσκε δέ, ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδότων λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθʼ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος· καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα· πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας· ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετʼ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ2 γράψαι. ἵνʼ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.

致伊科尼翁主教安菲洛基乌斯。 我很少能找到机会致信给您的敬虔之德,这使我感到不小的忧伤。因为这就像明明允许我常常得见您并享受与您的交往,我却极少这样做一样。然而,我无法写信是因为缺乏从这里前往你们那里的人;否则,便没有任何事情能阻碍书信成为我生活的日记,将每日所发生之事通报给您的爱心。因为向您倾诉我们的近况会给我带来释然,我也深知您挂念任何事都不及挂念我们的事。不过眼下,埃尔皮迪乌斯正急于前往自己的主人那里,为了洗刷某些仇敌恶意罗织在他身上的诬告,他向我们恳求了这封信。借着他,我们既向您的虔敬致以问候,又向您推荐此人;因着公义,也因着我们的缘故,他配得来自您的庇护——即便我们没有别的可为他作证,单凭他将成为承运我们书信的差役视作莫大的荣耀这一点就足够了。请将他视作亲近之人,记念我们,并为教会祈祷。 此外您当知晓,我们至爱上帝的弟兄因难以忍受无耻之徒的骚扰而流亡境外。多阿拉则正遭受风暴,因那肉躯肥硕的巨兽正在扰乱那里的局势。而据知情者传言,仇敌们正在军营谋划针对我们的奸计;但主的手暂且与我们同在。只求您祈祷我们不至被彻底遗弃。事实上,那位弟兄也过得泰然;多阿拉迎回了旧日的骡夫,除此以外再无更多;主必会驱散我们仇敌的计谋。然而,对我们而言,无论是当下的还是预期的痛苦,其解脱都在于得见您的容颜。因此,若您何时可行,趁着我们尚在人世之时,请赏光前来看望我们。 关于圣灵的著作,正如您自己所知,我们已经撰写完毕并整理成篇;然而与我同在的弟兄们阻拦了我寄出写在纸卷上的文本,说他们从您的尊荣之处接获指令,要写在册子本上。因此,为了不让我们显得有违您的命令,我们眼下暂且按住,只要遇到合适的转递之人,稍后不久便会寄出。愿您在为我们祈求主的祷告中身体康健、精神安顿,借着圣者的慈爱而赐恩长存,留给我并留给上帝的教会。

§232

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι, καὶ ἑορτῶν ἡ μεγίστη. ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ ὁ παλαιὸς νόμος Σάββατα Σαββάτων προσαγορεύειν εἰώθει; εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι, καὶ εἰρηνευούσῃ τῇ ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν, τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι.3 ἀλλʼ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δῴη αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ ἐκκλησίαν τῶν αἱρετικῶν δηγμάτων τὰ τραύματα ἰαθεῖσαν· ἡμᾶς δὲ λίαν καταξίωσον ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι’ αἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. ἔδειξας γάρ, ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. οὐ γὰρ ἔμοιγε καθʼ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ τῆς ἀρρωστίας ἐκτετριμμένων. πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις, οἵας ἐμοὶ δυνατὸν ἦν, καὶ ὡς ὁ καιρὸς ἐδίδου.

致伊科尼翁主教安菲洛基乌斯。 凡是带来您敬虔之德书信的每一天,对我们而言都是节日,且是节日中最大的。而当节日的馈赠也一同送达时,除了称其为节日中的节日——正如古老的律法习惯称作安息日中的安息日那样——还能称作什么呢?因此我们感谢主,得知您不仅身体康泰,而且在教会得享和平之际举行了救赎经纶的纪念。 至于我们,则被某些骚乱所搅扰;事实上,由于我们至爱上帝的弟兄被流放,我们一直未能摆脱阴郁。但请为他祈祷,愿上帝有朝一日恩赐他得见自己的教会从异端叮咬的创伤中痊愈;也请在我们尚在地上之时,务必屈尊眷顾我们。请成就一件既契合您自身、又配得我们最大祈愿的善行。令人称奇的还有那些祝福之礼的深意,您竟以隐喻的方式祝愿我们获得强健的晚年。因为您借着车辆表明是在激励我们投入夜间的劳碌,又借着茶点表明在确保我们全身筋骨强健。然而咀嚼坚果点心已非我这般年纪所能胜任,我的牙齿早在岁月和疾病的摧残下磨损殆尽了。因此,针对所提出的问题,在备忘录中已经作出了若干答复,皆是我力所能及且时机所允许的范围。

语法注3 条
  1. 231ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο

    短语 ὥσπερ ἂν εἰ 引导与事实相反的虚拟比较从句(“就好像……”)。ἐξόν 是非人称动词 ἔξεστι 的宾格绝对分词,表示让步(“即便被允许”),与未完成过去时直陈式 ὀλιγάκις ἐποίουν τοῦτο 配合,构成对非现实情况的假设。

  2. 231ἐν σωματίῳ

    介词短语 ἐν σωματίῳ 与前文的 ἐν χάρτῃ(莎草纸卷)形成对比。在晚期希腊语和教父文献中,σωμάτιον(字面义为“小身体”)专门用作指代羊皮纸装订册子本(codex)的术语。

  3. 232τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι

    带冠词的不定式与格结构(τῷ + 宾格加不定式结构),用作原因状语(“因我们至爱上帝的弟兄被流放”)。不定式的逻辑主语为宾格 τὸν ... ἀδελφόν,谓语为完成时被动态复合不定式 πεφυγαδευμένον εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:231-232