← 该撒利亚的巴西流

书信集

§229-230

致尼科波利斯信:支持设立新主教并劝勉团结

巴西尔分别致信尼科波利斯的教士与市政参事会员,赞扬并支持新主教的设立以稳固教会秩序,并告诫他们避免与科洛尼亚发生冲突,坚守团结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§229

Τοῖς κληρικοῖς Νικοπόλεως. Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ ὅ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι;1 ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν.2 ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει. Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτούς, ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. διότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγμένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ἐφησθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι, καὶ συμπαρακληθῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.

致尼科波利斯的教士们。 即使是由一两位虔诚之人所成就的作为,也使我们确信它是凭着圣灵的劝导而成的。因为凡没有凡俗之物摆在眼前,圣徒们亦非为了谋求自身享受而行动,而是立志于行上帝所喜悦之事,显而易见,是主在引导他们的心。在属灵之人主持谋议、主的子民又齐心合意予以跟随之处,谁能怀疑这决议不是在与那为诸教会倾流自身宝血的我们主耶稣基督的交通之中达成的呢?因此,你们自己也正确地推断出,我们至爱上帝的弟兄与同工波埃梅纽斯是顺从上帝而行的;他正是在合宜之时来到你们那里,并达成了这般的安慰之道。对于他,我不仅称赞他觅得了有益之方,更钦佩其心志之崇高:他没有因将事情推延而挫伤寻求者的热忱,给争竞者以防备之机,或是唤醒埋伏者的奸谋,反而立即将这美善的决意贯彻终局。愿主凭其自身的恩典保全他与他的全家,使教会能在前任者同等尊荣的继承中保持自身的纯全,而不给那恶者留出地步——如今那恶者若在何时最感苦恼,正是因着诸教会的稳固之时。 至于科洛尼亚的弟兄们,我们自己已通过书信进行了诸多劝慰,而你们亦应当接纳他们的心意,而非激怒他们,宛如他们因微小而被轻忽那般;也不可以蔑视逼迫他们走向纷争。因为好争之人往往天生变得更加草率,为了让敌对者心痛甚至不惜败坏自己的诸多事务。如今没有任何人微小到不能为寻求借口之人提供制造大祸的借口。我们说这话并非出于揣测,而是从自身遭遇的祸患中受了教训,愿上帝借着你们的祈祷将这些祸患免去。也请一同为我们的行程平安祈祷,好让我们亲临之时,能因眼前的牧者与你们同乐,并在我们共同父亲的离去中彼此得着慰藉。

§230

Πολιτευομένοις Νικοπόλεως. Αἱ περὶ τὰς ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις, πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου, καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀποκρούεσθαι. οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ καταστάσει, ὡς σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην, καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι καὶ ἐπισκέψασθαι τὴν ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ἣν ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα.3 Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ, παραλύοντος μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλακὴν τῶν καλῶς δεδογμένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντος.

致尼科波利斯的市政参事会员们。 关乎诸教会的处置虽由受托治理之人施行,却是由民众予以确立。因此,取决于至爱上帝的主教们的事已经完结;余下的事如今全看你们了——看你们是否乐于全心拥护赐予你们的主教,并有力地击退来自外界的图谋。因为无论是掌权者,还是其余嫉妒你们和平景况之人,没有什么比对赐予之人的同心爱戴以及坚守立场的刚强更能震慑他们的了。盖因若见圣职人员与平民皆不接纳其伎俩,必使他们对一切恶毒企图心生绝望。因此,你们关于善所持有的见识,当使之成为全城的共识;并要向民众大会以及居住于乡间的所有人宣讲,坚固他们美善的抉择,以致你们对上帝真挚的爱在众人之中广为传扬。倘若我们自己有朝一日也能蒙准亲临,探访这滋养虔敬的教会——我们尊其为正统信仰的母邦,因它自古以来便由最尊贵且上帝所拣选的、持守合乎教义之真道的人所治理,而对于这些先贤,如今显现出来的这位被你们判定为堪称配得,我们也深表赞同——。 但愿你们蒙受上帝恩典的保守,上帝既瓦解仇敌的恶谋,又为你们的心魂注入力量与刚毅,以守护那些经良善决定的事。

语法注3 条
  1. 229τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ... τὴν βουλὴν γεγενῆσθαι;

    表示怀疑的动词 ἀμφιβάλλω 用于反问句(实质上表否定),后接双重否定词 μὴ οὐχί 以及带不定式的宾格句(τὴν βουλὴν γεγενῆσθαι)。在否定或疑问语境后接 μὴ οὐ 表示强烈的肯定意味(“谁会怀疑这决议不是……达成的呢”,即“绝无人怀疑”)。

  2. 229ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν... ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν.

    在 ὅτι 引导的原因从句中,分词否定词 μὴ 修饰 ἀγαγών,并将随推延而可能产生的一系列不良后果(ἐξέλυσε μὲν... ἔδωκε δὲ... ἐπήγειρε δὲ...)一并囊括在否定意向之中,与后文的 ἀλλʼ εὐθὺς...(“反而立即……”)形成转折对立。此处在直陈式过去动词前置 μὴ,表明不拖延及其所避免的诸后果被视为一个整体的否定性前提。

  3. 230ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι... ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα.

    句首由 ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε(“倘若我们自己有朝一日也能蒙准……”)引导的条件从句缺少与之相配的显式主句动词,全句在中途扩展为关系从句(ἣν... 以及 ὧν ἄξιον...)后中断,随后直接转入结尾的祝祷句(Μόνον φυλαχθείητε...)。这是书信体中典型的破格句(anacoluthon),其未言明的主句(如“我们必将欢喜”)需依上下文心领神会。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:229-230