← 该撒利亚的巴西流

书信集

§22#2

修士日常劳作、秩序规训与相爱戒律

作者列举了修士生活的诸多规条,涵盖生活简朴、勤勉劳作、恪守秩序、弟兄相爱与得当规劝、消除怨忿、安贫以及敬畏神,最后以祈求结出圣灵果子的祝祷作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#2

Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, ἢ πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷν ἑαυτοῦ πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι. Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπιχαίρειν ἐλαττώμασί τινος. ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυχάζειν αὐτοῖς. ὅτι δεῖ τὸν ἐλέγχοντα μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινὸς ἄλλον,1 ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τὸ ἔγκλημά τινι, κατʼ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα, καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι. Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος. Ὅτι οὐ δεῖ ἐν παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι’ ἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας.2 ὅτι οὐ δεῖ φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι,3 Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

不可在衣服或鞋履上修饰华美,此即虚荣。对身体的需要,当使用廉价之物。不可过度于需要并为了奢华而耗费任何东西,此即滥用。不可求取荣耀,亦不可争图首位。各人当尊他人高过自己。不可悖逆不顺从。有力劳作者不可闲散而食,即便从事于为了基督的荣耀而成就的某些事工之人,亦当勉励自己竭力从事力所能及的劳作。各人当经由尊长者的审定,带着理智与确信,如此去行万事,直至饮食本身,皆当视作为了神的荣耀而行。若无受命规度此类事务之人的审定,不可从一项工作转到另一项工作,除非突如其来的无可推卸的紧急情况呼唤某人去援助无力者。各人当留在所指派给他的岗位上,不可逾越自己的本分去干预未受指派之事,除非受托这些事之人审定有人需要帮助。绝不可发现有人从此一作坊游走至另一作坊。不可出于争胜或同某人相争而行事。 不可嫉妒他人的成功,亦不可幸灾乐祸于任何人的短处。在基督的爱中,固当因弟兄的短处而忧伤痛悔,但也当因其成就而欣喜。不可对犯罪之人漠不关心或对其保持沉默。规劝者当满怀怜悯,本着敬畏神的心并以使犯罪者归正为目的来施行规劝。被规劝或受斥责者当甘心领受,在纠正中认清自己的益处。当有人受指责时,另一人不可当着那人或他人之面顶撞指责者。但若某人何时觉得该指责不合情理,则当私下向指责者陈明,或使对方信服,或让自己被说服。 各人当竭尽全力安慰那对自己心存不满之人。不可对犯罪后悔改之人怀恨在心,倒要由衷宽恕。自称为罪悔改之人,不仅当为所犯之罪心生痛悔,亦当结出配得上悔改的果子。因初犯之罪而受管教并得蒙宽赦之人,若再度犯罪,便是为自己招致比先前更重的愤怒的审判。经受第一、第二次劝戒后仍固执于自身过犯之人,当将其显明给尊长者,看他是否因受众人责备而心生羞愧。若他即便如此仍不改正,今后便当将其当作绊脚石予以剪除,并视为外邦人和税吏,以维护那些操练顺从热忱之人的安全,正如经上所记:“恶人倾覆,义人惧怕。”并且亦当为他哀痛,犹如肢体从身体上被切除一样。 不可在弟兄的激愤中落日,免得黑夜横亘在两人之间,并在审判之日留下不可推卸的罪责。不可推迟时机来改正自己,因为对明日毫无把握,皆因许多人筹划诸多却未能得见明日。不可因填饱肚腹而受惑,由此会产生夜间的幻象。不可为过度的劳作所纷扰而逾越自足的界限,正如使徒所言:“只要有衣有食,就当知足”;因为超越需要的过剩显出贪婪的形状,而贪婪带有偶像崇拜的定罪。不可贪爱钱财,亦不可为无益之事积蓄不当积蓄之物。亲近神的人当在凡事上乐于安贫,并紧紧钉立在对神的敬畏之中,正如那如此说的人所言:“求你因敬畏你而钉住我的肉体;因我惧怕你的审判。” 愿主赐予你们满怀确信领受所说之道,使你们为了神的荣耀结出配得上圣灵的果子,这是本着神的喜悦以及我们主耶稣基督的同工。阿们。

语法注3 条
  1. 22ἐγκαλουμένου τινὸς ἄλλον

    ἐγκαλουμένου τινὸς 为被动态属格独立结构(“当有人受指责时”),而宾格 ἄλλον 则是受 οὐ δεῖ 支配的不定式 ἀντιλέγειν 的逻辑主语(“另一人不可……顶撞”);尽管底本将逗号置于 ἄλλον 之后,但结合同句中的主动态 τῷ ἐγκαλοῦντι 可知 ἐγκαλουμένου 必为被动态。

  2. 22ἀπόφασιν ἔχει εἰδωλολατρείας

    名词 ἀπόφασις 在此处并非“否定”之意,而是取其司法意义上的“判决”、“宣判”。属格 εἰδωλολατρείας 为同位或定义属格,全句意为“带有偶像崇拜的定罪判决”。

  3. 22Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι

    主要动词 Δῴη(不定过去时主动祈愿语气)表示愿望或祈求,支配不定式 ἐπιδείξασθαι。宾格 ὑμᾶς 是不定式的逻辑主语,分词 ἀναδεξαμένους 与 ὑμᾶς 保持性数格一致,表达在先的前提动作(“在满怀确信领受所说之道后,得以展现……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:22#2