← 该撒利亚的巴西流

书信集

§228

劝科洛尼亚参事会员接受主教调职的信函

巴西尔劝导科洛尼亚的市政参事会员们接受将主教欧弗罗尼乌调往尼科波利斯这一紧急教会处置,安抚其情绪并保持平稳,同时承诺将亲自造访给予更充分的安慰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§228

Πολιτευομένοις Κολωνείας. Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν, καὶ εὐχαρίστησα τῷ παναγίῳ Θεῷ, ὅτι ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν ἐκκλησιῶν· ἀλλʼ ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε· καὶ ἐπεστείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα,1 ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάριτος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς, καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστερήσει. τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι, καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες, σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· παραινέσατε δὲ ἑαυτοῖς, ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν, διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δὲ οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι, καὶ πανταχόθεν ἐφʼ ἑκάστης ἡμέρας τὰς ἀκοὰς βαλλόμενοι τῶν καταστρεφομένων ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ὑμῶν βασκήνας, ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθʼ ὑμᾶς τόποις, καὶ γένηται2 καὶ τὸ τῶν Ἀρμενίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι· μικρὸν δὲ ὕστερον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγκαῖον καταφανῇ.

致科洛尼亚的市政参事会员们。 我收到了阁下等端庄之士的来信,并向至圣的上帝献上感谢,因为你们虽忙于操持公务,却没有将教会的事务视为无足轻重的附带之事;相反,每个人都如同照看自身固有且维系自身生命的大事一般予以顾念。你们因与你们至爱上帝的主教欧弗罗尼乌分离而心生忧伤,故而致信于我们;然而尼科波利斯并未从你们身边夺走他,倒不如说,她若辩明事理,本可以说她是收回了属于她自己的人;但若受到善待,她将向你们发出契合慈母之情的言声,表明她将与你们共有这位父亲——这位父亲将把自身的恩惠依次分授于双方,既不任由他们因仇敌的侵袭而遭受任何苦难,也不会剥夺对你们惯常的呵护。因此,既考量到时局之艰难,又凭清明的见识认清这般处置的必要性,便请宽恕那些为了确立我们主耶稣基督的诸教会而走上这一途径的主教们吧;并且要自我劝勉,正如拥有自身完备心智、却也懂得采纳爱他们之人劝告的明理之士所宜当行的那样。因为你们驻守于亚美尼亚边陲,不了解正在发生的许多动向,本属情理之中;然而我们身处事态中心,每日从四面八方遭受诸教会惨遭破坏的消息之冲击,心中甚是焦虑,深恐那共同的仇敌因嫉妒你们长久的安宁生活,竟能在你们当地也播下其稗子,以致亚美尼亚地区也沦为敌对者的吞噬之物。然而眼下且请保持安定,宛如甘心与邻人共同享用一件优良器皿那般;不久之后,若主许我们亲临探访,倘若你们觉得确有必要,便会就所发生之事领受更为完备的安慰。

语法注2 条
  1. 228ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα

    关系代词 ὃν 作宾格宾语,先行词为前文的“欧弗罗尼乌”(Εὐφρονίου)。随后,“尼科波利斯”(ἡ Νικόπολις)作为主语被拟人化,统领由 μέν...δέ 形成对照的两个分词:δικαιολογουμένη(“若是辩理的话”)和 θεραπευομένη(“若是受到款待/顾惜”)。前者搭配潜在希求法(εἴποι ἄν,“本可以说”),后者搭配陈述语气将来时(φθέγξεται,“将说出”),由此将论证从法律式的据理力争引向母亲般共享一位属灵父亲(κοινὸν ἕξει τὸν πατέρα)的和解性立场。

  2. 228ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς ... ἐπισπεῖραι δυνηθῇ ... καὶ γένηται

    在表达焦虑痛苦的词组 ἐν πολλῷ ἀγῶνί ἐσμεν(“我们深处极大的忧虑/痛苦中”)之后,连接词 μήποτε 引出表示担忧的从句,与虚拟语气(δυνηθῇ 与 γένηται)相呼应,表示唯恐共同的仇敌播下稗子、亚美尼亚一带沦为仇敌猎物的深切顾虑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:228