← 该撒利亚的巴西流

书信集

§227

主教调任之际给科洛尼亚教士的安慰

巴西尔写信安慰因主教欧弗罗尼乌被调往尼科波利斯而深感不安的科洛尼亚教士们,阐明这一安排符合神圣护理并关乎整体教会的安定,告诫他们不可诉诸世俗公堂,并嘱咐他们等候自己的亲自探访。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§227

Τοῖς ἐν Κολωνείᾳ κληρικοῖς παραμυθητική. Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ θεῷ καὶ ἀνθρώποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοὺς ὅρους οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφʼ ὧν ἐλήφθη. ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονούντων ἀνθρώπων, ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε,1 καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. δέξασθε οὖν ἡσυχῇ καὶ μετʼ εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τὰ ταῖς ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει ἐκκλησίαν. μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθʼ ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ μέρος. ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι, οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθʼ ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλʼ ἑτέρους προσέλαβεν. οὐ δήπου γὰρ βάσκανοι τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθʼ ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα,2 καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαί τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν, κατὰ βούλησιν Θεοῦ γενομένην. καὶ ἀναμείνατε καὶ ἡμᾶς, οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέσαι τὴν εὐλάβειαν ὑμῶν, δι’ ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι’ αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.

致科洛尼亚教士们的安慰信。 在上帝与人面前,有什么能像完全的爱那样美好而蒙赞许呢?关于这种爱,我们已从智慧的导师那里得知它是全律法的成全。因此,我赞赏你们对你们牧者的热烈深情。因为对于敬爱父亲的孩子来说,失去一位良父是不可承受的;对于基督的教会来说,牧者和导师的离去也是难以容忍的。所以,你们在对你们主教的超越深情中,展示了良好而高尚志向的明证。然而,你们这种美德以及对属灵父亲深植内心的情意,若在有节制且明理的情形下行出,是可蒙赞许的;但若逾越界限,便不再配得同样的赞赏了。 关于你们至爱上帝的弟兄、同工欧弗罗尼乌,那些受托治理诸教会的人已经作出了良好的处置;这在当下是必要的,无论对于他被调往的教会,还是对于他所离开的你们自身,都是有益的。切不可把这当作出于人的事,也不要以为这是从思念属地之事之人的思虑中发动的;相反,应当深信,那些承担照管上帝诸教会之责的人,乃是顺应圣灵的惯常作为而如此行的,并当在心思中领受这一倾向,竭力促其成全。因此,当安静地且怀着感恩之心接受所发生的事,深信这一点:凡不领受上帝诸教会为各教会所制定之安排的人,就是抗拒上帝的定规。不要与你们的母会——尼科波利斯的教会争辩是非。不要对那些承担你们灵魂顾惜之责的人态度强硬。因为在尼科波利斯的诸般事务得以坚立之中,你们这部分也将一同蒙保全;但若是那处受到任何风浪的冲击,即便你们有上万名守卫看护着你们,这局部也将与首要的主体一同被耗尽毁灭。因此,正如住在江河边的人,一旦看见有人在远处为抵御洪流修筑防护堤岸,便知晓那些人借着击退水流的侵袭,正在预先为他们安排安全;同样,如今承担照料诸教会重任的人,也是在看守其他教会的过程中安排你们的平安;而在别人承受战争冲击的同时,你们将被庇护于一切骚乱之外。此外,你们也当思量这一点:他并未弃绝你们,而是额外接纳了其他人。因为我们绝不是心怀妒忌之人,以至于强求一位能够将自己的恩赐同样分授于他人的人,把恩惠封闭在你们内部,并狭隘地局限于你们这一处地方。因为,凡围堵泉源、破坏水流出口的人,以及阻碍持久教导进一步远播的人,都未能脱免妒忌之情的困扰。因此,让他也担负起对尼科波利斯的顾照吧,你们的事务不妨作为那里所操心之事的附加项。因为对那个人而言,虽是劳苦增加了,但对你们的眷顾却丝毫没有减少。 然而,让我极为痛心、且显得出格的,乃是有人扬言:如果我们未能获得所谋求的,便将诉诸公堂,并让那些以教会的毁灭为最大心愿的人来掌管教务。因此,切莫让某些被盲目愤怒所驱使的人劝诱你们向公众吐露什么言辞,以致由此产生某种毁坏,而所发生之事的重压转而倾倒在那些制造事端之人的头上。相反,请领受我们怀着为父心肠向你们提出的劝诫,并领受那些至爱上帝的主教们依循上帝旨意所作的处置。也请等待我们的到来——若蒙主同工,我们将亲自劝勉你们的敬虔之意,传达信中所无法尽述的一切,并努力借由切实的行动给你们带来可能的安慰。

语法注2 条
  1. 227ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε

    动词 πέπεισθε 为第二人称复数完成时中动/被动态祈使语气,与前文的否定祈使句 μηδὲ ... νομίσητε 相对照构成肯定命令。其后由分词短语 τοὺς ... ἀνηρτημένους 充当不定词 ποιῆσαι 的逻辑主语(宾格),构成由 πέπεισθε 统辖的“宾格加不定词”结构,意为“当深信那些承担……的人已经如此行了”。

  2. 227τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα

    带冠词不定词短语 τὸ εἰρῆσθαι 是主句动词 ἐλύπησε 的直接主语,并与前面的前指代词 ἐκεῖνο 构成同位语。在接下来的 ὅτι 从句中,科洛尼亚教士们扬言的话语直接保留了第一人称复数形式(ἀποτυχόντες ... καταληψόμεθα),具有准直接引语的特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:227