- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:226#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔申明圣灵在神性上与父和子不可分割的三位一体信仰,驳斥利用二十年前的私人书信所作的诽谤,严厉斥绝撒伯流主义与亚流主义,并劝勉信徒守护己心、不受中伤蛊惑以坚守正统信仰。
διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. ὁ γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. οὔτε οὖν ὀνόματα παρʼ ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθʼ ἡμῶν διαβολαῖς ἑτοιμαζέσθω πρὸς τὴν διαδικασίαν. ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν. Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν.1 ἡμεῖς γάρ, πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ὅ ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε·2 καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.
因此,我们决不把保惠师从祂与父和子的联结中分离开来。因为我们的心智蒙圣灵的光照而仰望子,并在祂之内如同在肖像中观照父。所以,我们既不凭自己杜撰名字,而是称祂为圣灵和保惠师,也不肯废弃那当归于祂的荣耀。这正是我们秉持全部真理所持守的立场。在此基础上,指控者尽管指控吧;迫害我们的人尽管迫害吧;相信针对我们之毁谤的人尽管为诉讼作准备吧。主已经近了,让我们毫无挂虑。 如果有人在叙利亚撰写著作,这与我们毫无干涉。因为经上说:“凭你的话,你将称义;凭你的话,你将被定罪。”让我自己的言论来审判我吧;但决不可有人因别人的过失给我们定罪,也不可有人把我们二十年前所写的信件拿出来,作为我们如今与撰写那些著作之人同有交通的证据。因为在那些著作出现之前,我们身为平信徒致信给平信徒,那是针对他们的这种嫌疑尚未产生之前的事;而且我们信中未曾写过任何关乎信仰之事,也未曾写过这等人如今为诋毁我们而到处散布的那些内容,所写的不过是纯粹的问候,尽到亲切致意的情分而已。实际上,我们对患有撒伯流谬说之人与捍卫亚流主义教条之人同样避之不及,视他们为不敬虔而加以绝罚。若有人说父、子与圣灵为同一位,假定一个多名称的实体,以及假定一个在三种称谓下被宣讲的本体,我们将这样的人列在犹太人的份内。同样,若有人说子就实体而言与父不同,或者将圣灵贬低为受造物,我们也加以绝罚,并认为他接近于希腊人的迷妄。然而,若指望借着我们的书信来堵住告发我们之人的口,乃是不可能的;相反,他们更可能因我们的辩白而受到激怒,从而制造出对我们更大、更严酷的陷害。然而,保守你们自己的听闻却并不困难。因此,尽你们所能的去做吧:为我们保守你们的心不受玷污,也不对诽谤存有偏见;并针对被提出的控告向我们索取交代。你们若在我们这里发现真理,就不要给谎言留地步;但若发觉我们在辩明时力不从心,那时你们便可相信告发我们的人说的是实情。他们彻夜不眠只为谋害我们;我们却不要求你们这样做。他们过着商贾般的生活,把对我们的中伤当作附带兜售的货物;我们却劝勉你们安居家中,举止端庄,在安息平静中成就基督的工,避开与他们会面——那些会面狡诈地举行,只为使听者败亡;好叫你们既能保守对我们的爱纯洁无瑕,又能完好无损地捍卫父辈的信仰,并在主面前显为蒙悦纳的真理之友。
- 226εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν
带冠词的不定式从句“τοῦ ... εἶναι”作名词“ἀπόδειξιν”的同位属格或目的/说明属格(表明是何事的证据)。在不定式短语内部,“ἡμᾶς”为主语宾格,“κοινωνικούς”为表语宾格,而“τοῖς ... συγγράψασιν”则是形容词“κοινωνικούς”所要求的与格补足语。
- 226ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε
形容词“ἀκεραίαν”与“ἀπρόληπτον”位于冠词短语“τὴν καρδίαν ὑμῶν”之前,处于表语位置,构成与动词“φυλάξατε”连用的结果性/表语宾格(“使你们的心保持……的状态”)。“ἡμῖν”为利益/关涉与格(“对我们而言/为了我们”),而“ταῖς διαβολαῖς”则是依附于“ἀπρόληπτον”的关涉或原因与格(“不受诽谤的偏见所蒙蔽”)。
