- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:225
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
该信函向德摩斯梯尼陈明,因斐洛卡莱指控而被下令拘押的格列高利因突发重病不得不延迟出庭,信中为教会财物管理及按立的教规合法性进行辩护,并恳求在本地而非境外举行审理。
Δημοσθένει, ὡς ἀπὸ τοῦ κοινοῦ. Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν1 ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλʼ εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος, ὡς διαφορηθέντων,2 αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπʼ αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία,3 ὅτι εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.
谨代表全体公同致德摩斯梯尼。 每当我们看到家乡的政务被托付给这样一位人物——首先是一位基督徒,其次品行端正,又是我们赖以管理世俗事务的法律的恪尽职守之护卫者时,我们始终向上帝以及关怀我们的诸位皇帝献上深切的感谢。特别是在您莅临之际,我们更向神圣上帝与敬爱上帝的皇帝表达了这份感恩。然而,当我们察觉到某些和平之敌企图就针对我们之事烦扰您崇高的法庭时,我们本期待着蒙您的明断召见,以便您能从我们这里获知真理——如果您的渊博智慧确实肯于过问教会事务的审理的话。但既然法庭忽略了我们,而您的权柄受了斐洛卡莱的毁谤所驱使,下令将我们的弟兄兼同侪圣职人员格列高利拘押缉拿;他固然遵从了命令(因他怎敢不从?);然而却被肋膜炎所侵袭,又因随之而来的寒意,旧有的肾病如往常般复发,以致在受士兵严密看管之际,不得不为了调理身躯并缓解不堪忍受的剧痛,被转移至某一清静之地。为此缘故,我们全体前来恳求您的尊严,切莫因他迟延出庭而有所恼怒;因为既无任何公家事务因我们的推迟而受损,亦无任何教会事务因此遭受妨害。 但如果议题涉及钱财,指控其遭到侵吞,那么圣物司库们就在此地,随时准备向任何愿意审查的人交账,并揭露那些胆敢欺罔您明察秋毫之听闻者的诬告;因为他们很容易根据那位福佑的主教的信件本身,向探求真相者阐明实情。而如果还有其他需要审理的教规事务,且您的英明也肯受理对此事的聆讯与裁判,那么便需要我们全员到场;因为如果教规之事确有欠缺,责任在于施行祝圣者,而不在于在一切强迫之下被迫接受圣职的人。 因此,我们恳求您将对我们的审讯保留在本土之内,不要将我们押往外境,亦不要强迫我们去与那些我们尚未就教会问题达成和解的主教们会面。同时,我们亦恳求您体恤我们的年迈与虚弱。因为若上帝许可,您通过实际查验自会知晓,在设立该主教之时,教规之事无论巨细均无丝毫废弛。因此我们祈愿,在您的治理之下,能成就我们与弟兄之间的和睦与和平;只要这种和平尚未实现,甚至与他们会晤对我们而言也是沉重的负担,因为我们彼此的分歧会使许多单纯的信众受到损害。
- 225ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον... τούτου χάριν πάντες ἤλθομεν
这是一个由 ἐπειδή 引导的漫长从句(自 ἡμᾶς μὲν παρεῖδε 至 μετατεθῆναι),最终由主句 τούτου χάριν πάντες ἤλθομεν 接引的长句结构。从句内部的 ὁ δὲ ὑπήκουσε μὲν... ἠναγκάσθη... 伴随着主语转移的破格句法(anacoluthon),叙述了格列高利虽顺从命令,却因急性疾病发作而不得不被转移至静处疗养的过程。
- 225ὡς διαφορηθέντων
带有 ὡς 的属格独立结构,表示指控者主观声称的理由或托词(而非客观既成事实),意为“据称遭到侵吞/贪污”。
- 225πάντων ἡμῶν χρεία
省略系动词 ἐστί 的短句,意为“需要我们全体出场/介入”。后文的 ὅτι 从句解释了其理由,即如果按立确有违规,责任在于施行祝圣的全体主教,而非受任者个人。
