- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:224#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者揭露了依据其平信徒时期的书信进行控告的不公,申明自己对撒伯流主义的排斥,揭露原告签署信仰声明后出尔反尔的行径,并劝勉收信人持守爱心与合一。
γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε, καὶ τοῦτο μηδὲ περὶ πίστεως,1 ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες καὶ μὴ ἔχοντες ἔγκλημα. μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφʼ ᾧ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδός, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων. Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπʼ αὐτοῦ τοῦ γραμματίου, ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος. ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες·2 ἀλλʼ ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφʼ ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν,3 ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρʼ ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, ἃ πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρʼ αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφήν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι’ ἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. ὑμεῖς δὲ ἐν τῷ παρόντι, ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, δι’ ἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθʼ ἡμῶν διαβολαί, ὥστε ψῦξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπʼ ἀλλήλων. ἔρρωσθε.
由此,你们便当认清这种不公:任何身任主教之职的人,决不会因其在平信徒时期无意中毫无顾忌地写过什么而遭控告,且这甚至无关信仰,而仅仅是一封带有问候致意的信件。想必他们自己看来也曾写信给外邦人和犹太人,却未受到指责。因为直到今日,从未有人因这种事受审判,而我们却因这事被滤出蠓虫之流的人定罪。因此,我们既未写过那些言论,亦未赞同过它们,反倒将那些持有混淆位格这种邪恶思想的人处以绝罚——正是这思想复活了撒伯流最不敬虔的异端——这一点对于洞察人心的上帝是昭然若揭的,对于亲身经验过我们谦卑的所有弟兄会众亦是明了的。即便是那些如今激烈控告我们的人自己,只要查验他们自己的良心,也会晓得我们自幼便远离此类教理。 若有人想查问我们的思想,从那份有着他们亲笔签名的文书本身即可知晓。他们因企图废除那份签名,便将自己的变节隐匿在对我们的诬陷之中。因为他们不肯承认自己后悔签署了我们呈递给他们的文书,反而将不敬虔的罪名加诸我们身上,以为人们不会察觉到:从我们这里脱离不过是他们的借口,而在真理上他们脱离的乃是信仰;对于这一信仰,他们曾屡次在众人面前见诸文字予以宣认,最终亦接纳了我们所呈递的文书并在上面签了名,而这些是任何人都可以阅读、并从文字本身获知真理的。如果有人在他们呈交于我们的签名之后,再去读一读他们呈交于盖拉西乌斯的信仰文书,察觉到前一份认信与这一份之间存在何等巨大的分歧,他们的居心便会一目了然。因此,这些如此轻易转向对立立场的人,切莫搜寻他人的碎屑,倒当除去自己眼中的梁木。 我们在另一封信中将更完备地就一切事进行辩白并施教,那封信定会使寻求进一步解释的人信服。至于你们眼下,在收到我们的这封信后,请消除所有的忧愁,坚固对我们的爱心;正是因着这份爱,我竭力维系与你们的合一。若是针对我们的谗言竟能在你们身上得逞,以致冷却了爱心、使我们彼此疏远,那将是我们最大的悲伤,也是我们心中难以抚慰的剧痛。愿你们安好。
- 224καὶ τοῦτο μηδὲ περὶ πίστεως
短语 καὶ τοῦτο 是习惯性的限制性/插入性宾格表达,意为“而且……/且这更是……”,承接前文条件从句(εἴ τι... ἔγραψε),用以强调当年所写的信件甚至根本无关信仰教理,而只是一封普通的问候私信。
- 224τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες
分词 ὑπογράφοντες 作为补足分词依附于主谓语 μετεμελήθησαν,表示后悔所做行为的内容(“后悔签署了……”)。与格短语 τῷ... βιβλίῳ 则受复合动词 ὑπογράφω 支配,作其与格补足语(“在……上签名”)。
- 224τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν
该句与前文 πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφʼ ἡμῶν ἀναχώρησις 形成对比。与格 τῇ ἀληθείᾳ 用作方式/关系与格(“在事实上/在真理中”),起副词性作用;而属格 τῆς πίστεως 则为依附于复合动词 ἀνακεχωρήκασιν 的夺格性/分离属格(“背离了信仰”)。
