- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:226#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西利乌斯致信修道者们,宣布差遣同僚长老梅勒提乌斯,说明自己此前面对诽谤保持沉默的缘由以及如今不得不陈情的原因,并揭露控告者们为图私利反复无常、甚至与异端同流合污的虚伪行径。
Τοῖς ὑφʼ ἑαυτὸν ἀσκηταῖς. Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως,1 ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται.2 νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι.3 καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαίρεσιν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινάς, ἢ συνιστᾷν ἐπιχειροῦσι;
致其麾下的修道者们。 圣洁的上帝有能力也将因会面而来的喜乐赐予我们,我们始终渴望见到你们,并听闻关于你们的消息;因为除了你们的长进以及借着基督的诫命得以完全之外,我们在任何别处都无法使灵魂得着安息。但在我们尚不能如愿之时,我们认为必须借着最为真挚且敬畏主的弟兄们探访你们,并通过书信与你们的仁爱交通。正因如此,我们差遣了我们极其虔敬且最为真挚的弟兄、福音的同工梅勒提乌斯同侪长老,他将向你们述说我们对你们怀有的渴慕,以及我们灵魂的挂念——那就是我们昼夜向主祈求你们的美好名声,好使我们借着你们的得救,在我们主耶稣基督的日子也能放胆无惧,且使你们在上帝公义的审判试验你们的工作时,在圣徒的光辉中显出光芒。 与此同时,当今危急时势的艰难给我们带来了极大的忧虑,在此时势中,一切教会皆被动摇,所有灵魂皆受筛分。因为某些人毫不留情地开口攻击同作仆人的人。虚谎被肆无忌惮地宣扬;真理却被遮蔽。被控告者未经审理便遭定罪,控告者未经查验即被相信。因此,我听闻有许多反对我的书信在四处流传,污蔑我们,公开谴责并指控我们在一些事上的罪名——而关于这些事,我们在真理的法庭前早已备好答辩——我也曾决意保持沉默,事实上我也这样做了;因为这已是第三个年头,我在这当中遭受诽谤的打击,承受着指控的鞭笞,只要拥有知晓隐秘之事的主作为这桩诬告的见证,我便心满意足。但既然我看到许多人已经将我们的沉默视作对诽谤的证实,并且认为我们沉默不是出于宽忍,而是因为无法面对真理开口,为此缘故,我尝试给你们写信,恳求你们在基督里的仁爱,切莫将单方面产生的诽谤一概信以为真;因为正如经上所记:“若不先听取其意见并查知他所做的事,律法绝不定罪于任何人。” 然而,对于公正的裁决者而言,事实本身就足以彰显真理。因此,纵使我们保持沉默,你们亦能看清正在发生的事。因为那些指控我们异端信仰的人,如今显见已公然依附于异端派系;那些因他人的著述而定我们罪的人,如今显得正在违背他们曾以书面形式交付给我们的亲笔告白。请认清敢做这些事之人的惯性:他们素来习惯于倒向有权势的一方,践踏处于弱势的朋友,却巴结掌权者。那些曾起草攻击欧多克修斯及其整个派系的闻名信件,将其发往各处修士团体,并郑重告诫应将与他们的交往视作灵魂的灭顶之灾而加以规避的人,又曾因此拒不接受罢免其职的决议——理由是这些决议乃异端分子所作出(正如他们当时使我们相信的那样)——如今这些人却将一切抛诸脑后,与他们同流合污了。他们毫无抵赖的余地;因为他们公开暴露了自己的倾向,在安基拉迎合其私宅的聚会交往,因他们尚未被那些人接纳至公同的集会之中。那么请质问他们:若埃克迪基乌斯的同伙巴西利得如今是正统的,他们从达尔达尼亚返回时,为何要在冈格拉人的地区摧毁他的祭坛,设立自己的圣餐桌?为何至今他们仍侵扰阿马西亚和泽拉的教会,并从自己人中委任长老和执事?因为如果他们是作为正统者与他们交通,究竟为何又像对待异端那样攻击他们?而若他们将对方视作异端,又为何不规避与他们的交通?至尊贵的弟兄们,他们始终只顾一己之私,企图要么诋毁某些人,要么举荐某些人,这难道不是连孩童的心智都能看得明明白白吗?
- 226ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως
ὅτι 引导的从句在此作说明性(同位语性)名词从句,用于阐释前文“我们灵魂的挂念”(τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν)的具体内容,即昼夜向主祈求修道者们的灵性长进与美誉。
- 226οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται
分词短语 οἱ... κατακρίνοντες 作主语,谓语为 φαίνονται 加上补充主语分词 ἐναντιούμενοι(“显见违背”)。与格 ταῖς ἰδίαις ὁμολογίαις 受 ἐναντιούμενοι 支配。该句在语序上形成了鲜明的对照结构:一方面指控他人著述(ἀλλοτρίων συνταγμάτων),另一方面却公然背叛自己亲笔立下的信仰告白(ἰδίαις ὁμολογίαις)。
- 226οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου... οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι
此处包含典型的复指结构(代词复指/破格):由定冠词 οἱ 引导、包含一系列分词(συγγράφοντες、περιπέμποντες、διαμαρτυρόμενοι 及 καταδεξάμενοι)的冗长主语成分,在经过插入语说明后,被指示代词 οὗτοι 重新唤起,作为主句动词 γεγόνασι 的直接主语。
