← 该撒利亚的巴西流

书信集

§224#1

致热内特利乌斯信与伪造异端文献的反驳

巴西尔致信长老热内特利乌斯,揭露反对者如何将异端言论伪托其名随控告信四处流布,劝勉其平息信徒的动摇,并要求对手就他与阿波利奈里的共融指控提出具体真凭实据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§224#1

Γενεθλίῳ πρεσβυτέρῳ. Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου.1 ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω.2 προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶς ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας. Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ ὁ καθʼ ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρʼ ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος,3 ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγματα. εἰ δʼ οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; ἀλλʼ ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολλιναρίου ἐγώ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανονικὰ γράμματα παρʼ ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρʼ ἐκείνου πρὸς ἐμέ, ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, ἢ εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε·4

致长老热内特利乌斯。 我收到了阁下虔敬的来信,并赞赏你恰如其分地称呼他们所写的那部书为“离异之书”的命名。那些写下它的人(背弃了我们的爱),对于在基督那无可欺瞒的审判台前为之准备了怎样的辩护,我实在无法想象。因为他们先摆出了对我们的指控,对我们大加抨击,随心所欲地叙述事情,而非照着事实的原委,给自己装扮出极大的谦卑,却把傲慢的重负加在我们身上——仿佛我们没有接待他们派来的人一般——,为了避免妄言,我可以说这一切纯属虚构,或至少大部分如此;他们如此写作,就像是在说服人而非说服上帝,寻求讨人的喜悦而非讨那视真理为至高无上的上帝的喜悦。随后,他们在控告我们的文字之后附上了异端的言论,掩盖了那不敬虔之言的真正作者,好让众多纯朴之人因卷首对我们的控诉,误以为附录的内容乃是出自我们,这是由于那些巧妙毁谤我们的人隐去了邪恶教理之父的名字,将猜疑留给那些天真纯良之人,使其以为我们就是构思或写下这些话的人。因此,得知这些事情的你们,我们劝勉你们自己不要惊慌,并平息那些动摇之人的骚动;尽管我们深知,由于对我们的恶毒诽谤已先入为主地占据了可信之人的心,我们的辩白是难以被接纳的。 关于被当作我们的文字到处传布的内容并非出自我们这一点,我认为,纵使针对我们的怒火极大地遮蔽了他们的理智,以致不能认清何为有益,然而若是你们亲自盘问他们,他们也不至于顽梗到敢于亲口说出谎言,宣称那些篇章属于我。但如果不是我的,为何我却要因别人的东西而受审呢?然而他们会说,我是阿波利奈里的同道,自身怀有此类教理的败坏。那就让他们出示证据吧。因为如果他们懂得察验人的内心,就让他们公开承认这一点,好让你们认清他们在一切事上的真实面目;但如果他们是从表面的、众人皆知的事情来指责我的相通,就让他们出示从我发给他、或从他发给我的教会法则书信,或者教士们与我们的往来,或者我们是否曾接纳过他们中的某个人参与祈祷的相通。如果他们拿出来的,不过是二十五年前写给他的那封信——从平信徒写给平信徒的信,而且甚至也不是照着我当初所写的那样,而是遭到了篡改,至于出自何人之手,唯有上帝知晓——

语法注4 条
  1. 224προσαγορεύσας βιβλίον ἀποστασίου

    分词 προσαγορεύσας 与前面的名词 προσηγορίαν 同源,带有双重宾格,意为“称之为离异之书/休书”。此语呼应七十士译本中表示休书(βιβλίον ἀποστασίου)的专门用语。

  2. 224ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω.

    关系代词 ὅπερ 指向前文的“那部书(τὸ βιβλίον)”,并作为前提句首前置(prolepsis)。整个句子的句法核心为 οὐκ ἔχω ἐννοεῖν τίνα ἀπολογίαν ηὐτρέπισαν ὑπὲρ αὐτοῦ(“我无法想象他们究竟为它准备了怎样的辩护”),ὅπερ 在句首引出话题,并在后文通过 ὑπὲρ αὐτοῦ 加以承接。

  3. 224μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος

    在动词 νομίζω 所统领的“宾格加不定词”结构(αὐτοὺς ἐλθεῖν)中,ἄν 赋予了潜在或虚拟语气色彩(相当于直陈式的 οὐκ ἂν ἔλθοιεν,“他们大概不至于陷入……”)。思考类动词后不定词的否定词按惯用规则使用 μή。σκληρότητος 是依存于程度代词 τοσοῦτον 的部分属格。

  4. 224εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε·

    破格句(anacoluthon)或顿绝法(aposiopesis):条件从句 εἰ δὲ ἐπιστολὴν προφέρουσι... 并没有后续明确表达的主句,句意戛然而止,留下诸如“(那也证明不了什么/毫无意义)”这类不言自明的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:224#1