← 该撒利亚的巴西流

书信集

§223#4

斥责决裂友谊的草率与告发者的政治动机

作者斥责原告仅凭一封数十年前且真伪存疑的抄本书信便草率断绝多年友谊,并揭露他们制造分裂的真正动机在于迎合现当权者以谋求权势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223#4

Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους,1 καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους. Ἀλλʼ οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη2 διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν.3 καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν—οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι—ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας,4 παρʼ ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς.

事实上,纵使他们受了欺骗,以为我赞同那些写下了他们自己到处传布的萨伯流主义言论之人的见解,从而对我加以诽谤,即便如此他们也不应得宽恕;因为在确凿的证据出现之前,他们便立即以毁谤之言攻击并伤害了未犯任何过错的人,更不用说是与他们结下莫大友谊的人,并且在自己心中怀有虚妄的猜度,这本身就是未受圣灵引导的明证。因为凡是要切断弟兄友谊的人,必须深思熟虑,度过许多不眠之夜,并带着诸多眼泪向上帝求索真理。因为世俗的统治者们每当要判处某个罪犯死刑时,尚且拉开帘幕,召集最有经验的人来审议呈于面前的案件,耗费大量时间,时而注视法律的严苛,时而顾惜共有的人性,并在发出诸多叹息且哀叹于这不可推卸的责任后,在万民面前显现出他们乃是出于无奈而服从法律,绝非出于私意喜好而施加定罪;那么,凡是要割断历经漫长岁月所确立的弟兄友谊的人,应当认为需要付出多大的热忱、关切以及与更多人的商榷呢?然而,这一切仅仅凭借一封信,而且还是一封可疑的信。因为他们甚至不能说根据署名的笔迹特征认出了它,毕竟他们拿到手里的并不是最初写下的原本,而是抄本。由此可见,全凭一封信,而且是一封陈年旧信;因为从致信给那个人的时候算起,到如今已有二十年了。而在这一段间隔的岁月里,关于我自己的志向与生活,我找不到比现在指控我的这群原告更为确凿的见证人了。 然而,这封信并不是决裂的原因,不和的由头另有所在,我甚至耻于提及;若非眼下所发生的事为了众人的益处使我不得不揭示他们的全部用心,我本会始终保持沉默。这些善良的体面人认为,与我们的相通妨碍了他们攫取权势。并且由于他们受制于我们向他们提出的某种信仰签署文——并非我们自己怀疑他们的信仰(因为我承认这一点),而是希望消除我们许多同心的弟兄对他们所怀有的猜疑——为了避免因那项认信而产生任何阻碍,以便被如今当权的人所接纳,他们便公然断绝了与我们的相通;而这封信正是被设计用来作为破裂的借口。所言之事的最明显证据在于,他们公开宣布与我们断绝关系,并罗织了他们意欲加在我们头上的罪名之后,在尚未把信送给我们之前,便已四处分发信件。因为早在抵达我的手中七天之前,那封信就已出现在其他人那里;这些人从某些人处接过来,又准备转送给另一些人。因为他们正是谋划如此辗转相传,好让信件在整个地区迅速散播。这些事在当时虽已被那些向我们极其明确通报其行径的人所道破,但我们仍决定保持沉默,直到那揭示深奥隐秘之事的上帝以最明晰且无可辩驳的证据将他们的底细公之于众。

语法注4 条
  1. 223ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους

    短语 ἵνα μὴ εἴπω 属于表轻描淡写或强化的惯用插入语,意为“更不用说”或“姑且不论”。其后的宾格成分 τοὺς ... συνδεδεμένους 与前文分词 τιτρώσκοντες 的直接宾语 τοὺς μηδὲν ἀδικήσαντας 构成递进并列,说明他们伤害的更是曾与他们深交之人。

  2. 223κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη

    由 κἄν (καὶ ἄν) 搭配不定过去时直陈式 ἐσίγησα 构成主句(结句),条件从句则由 εἰ μή 搭配未完成过去时直陈式 καθίστη 引导,构成与过去及当前事实相反的虚拟条件句(反事实条件句),意为“若非眼前发生的事迫使我……我本会始终保持沉默”。

  3. 223ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν

    称呼 οἱ χρηστοί(“那些良善者/体面人”)在此带有强烈的反讽(irony)意味,用以指代背叛友谊的告发者。在由 ἐνόμισαν 引出的带不定式宾格结构中,带冠词的 τὴν πρὸς ἡμᾶς κοινωνίαν 为不定式的主语,不带冠词的 ἐμπόδιον 为表语补足语。

  4. 223ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας

    副词 πρότερον 支配带定冠词的不定式属格(比较属格 τοῦ ... ἀφικέσθαι),并由表示差异程度的与格 ἑπτὰ ἡμέραις(七天)修饰,构成表示时间先后的结构,意为“比到达我的手中早七天”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:223#4