← 该撒利亚的巴西流

书信集

§223#3

驳斥凭往昔信件指控异端的不公

作者驳斥了对己不敬的指控,以严密的逻辑揭示了仅凭多年前的一封信便将他人邪说归咎于己的不公,并唤起昔日同道对彼此长期交往及一贯纯正信仰的回忆以证清白。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223#3

Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν,1 οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα;2 πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις,3 ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις,4 ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι.

因为我们被控以对上帝的亵渎,但无论从我们自己预先提出的关于信仰的著作中,还是从我们历来在上帝的各教会中公开口头宣讲的言语中,都无法将我们驳倒。甚至连声称听过我们在密室中说过任何不敬之言的见证人也不曾找到。那么,既然我们既不曾不敬地写作,也不曾有害地当众宣讲,更不曾在家庭交谈中败坏相会之人,我们凭何受审判呢?啊,这是何等新奇的剧码!他说:‘某人在叙利亚以不敬虔的方式写了某些东西;而你在二十多年之前曾给他写过一封信。因此,你是那人的同谋,他的罪状也理应成为你的罪状。’但是,你这位热爱真理的人,既领受过谎言是魔鬼之产物的教导,你又是如何信服那封信是出自我的呢?因为你既未遣人打听,亦未询问,也未从能够对你说实话的我这里得知。即使那封书信确是我的,又凭何表明这本如今落入你手中的论著与我的书信属于同一时期呢?是谁告诉你这篇作品本身有二十年的历史呢?又凭何表明这部论著是属于收到我书信的那个人呢?即使那人确是作者,我也确曾致信与他,且我的书信与那部论著的时间一致,又有何证据证明我在心思中接受了它,并在自己里面抱持着那种见解呢? 请叩问你自己的良心:当最蒙上帝所爱的弟兄格列高利与我同在、同走一致的人生目标时,你曾多少次探访我们在伊里斯河畔的修道所?你是否听到过此类言论?抑或察觉到过哪怕微小或重大的迹象?在对岸的村庄,在我母亲那里,我们作为朋友相聚同住,日夜都在交谈,曾有多少日子?我们曾在心思中被发现具有任何类似之处吗?当我们一同拜访有福的西尔瓦努斯时,我们的旅途不也是在讨论这些问题吗?而在尤西诺埃,当你们打算与多位主教一同前往拉姆普萨库斯而召见我时,难道谈论的不是信仰吗?难道你的速记员不是始终在我身边,听我口授反驳异端的言论吗?你最真诚的弟子们难道不是自始至终与我同在吗?当我探访众弟兄会,与他们一同在祈祷中通宵达旦,始终心平气和地谈论和聆听关于上帝的事时,难道我未曾为自己的见解提供明确的证据吗?那么,在如此漫长岁月中建立的经验,怎会显得不如那般腐朽无力的猜疑呢?又有谁应当先于你作为我内心倾向的见证人呢?我们在迦克墩关于信仰所说的话,在赫拉克勒亚屡次所说的话,先前在凯撒利亚郊区所说的话,难道从我们这里发出的不全是一致的吗?难道它们不全都是彼此相符的吗?正如我所说的,除了在所言之事中可以察觉到因长进而带来的某种增长之外,但这绝不是从更差向更好的改变,而是依照知识的增加对欠缺之处的补足。你又为何不想想那句话呢:‘父亲不承担儿子的罪,儿子也不承担父亲的罪,各人必因自己的罪而死。’然而,被你毁谤的那个人对我而言既非父亲亦非儿子,因为他既未作过我的导师,也未作过我的门徒。但如果生身父母的罪行必须成为扣在儿女头上的罪状,那么让阿里乌斯的罪行落在其门徒头上则要公道得多;如果有人生了异端阿埃提乌斯,那么让儿子的罪状归到父亲的头上也要公道得多。但是,如果因那些事控告某人是不公道的,那么对于与我们毫无干涉的人——纵使他们果真犯了罪,纵使他们写下了应受谴责的内容——我们不应承担罪责,岂不更为公道得多吗?请原谅我不相信针对他们所说的那些话,因为我自己受害的经历,已向我证明了原告们是何等容易陷害中伤他人。

语法注4 条
  1. 223Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν

    动词 ἐγκαλέω 在主动语态中支配“人的与格+罪名的宾格”,转换为被动语态时,受指控的人作主语,而表示罪名的宾格(τὴν... βλασφημίαν)作为保留宾格保留下来。

  2. 223εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα;

    连词 εἰ 在此直接引出疑问句(间接疑问句转用于直接修辞问句,或省略了“请回忆是否……”等主句动词)。后文并列的“εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες...”及“εἰ μὴ πάντα σύμφωνα...”亦属相同用法,充当质问和提醒的修辞性疑问。

  3. 223ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις

    介词 ἐκτός 支配带有中性属格定冠词的宾格不定式结构(τοῦ... ἐπιθεωρεῖσθαι,其逻辑主语为 τινα αὔξησιν),意为“除了……被观察到之外”。关系分句 ὅπερ εἶπον 为插入成分。

  4. 223συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις

    名词 συγγνώμη 之后省略了系动词 ἐστί,意为“请宽恕/原谅不信……的我”。与格 μοι ἀπιστοῦντι 表示应受宽恕的对象,分词 ἀπιστοῦντι 则进一步支配与格补足语 τοῖς... λεγομένοις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:223#3