← 该撒利亚的巴西流

书信集

§223#2

结交修士的经历与为自身信仰一贯性的辩护

巴西尔回忆起自己如何被东方各地修士彻底的禁欲生活所打动,并在故乡因那些看似效法修士的人的外表而信任他们,忽视了关于其异端倾向的警告。他进一步指出,在自己就任主教后遭到这批人的背叛与异端指控,因此辩明自己的信仰始终是从母亲和祖母玛克丽娜所传授的信仰中一脉相承并成长而来的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223#2

Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές,1 ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπʼ οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλʼ ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων. Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ζηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ἡ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς2 περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα. ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός,3 ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης.

事实上,我在亚历山大里亚见到了许多这样的人,在埃及其余各地也见到了许多,在巴勒斯坦、叙利亚凹地和美索不达米亚又见到了另一些人;我赞叹他们在饮食生活上的克制,赞叹他们在劳苦中的坚忍,惊叹他们在祈祷中的强劲有力,〔惊叹〕他们如何克制睡眠,不屈从于任何生理必然性,在饥渴、寒冷与赤身露体之中,始终保持着灵魂崇高而不屈的志气,不眷恋肉体,亦不容许自己为它耗费任何挂虑,而是宛如生活在异己的肉躯中一般,以行动表明了在尘世作客寄居是何意,在天上有公民身份又是何意。因赞叹那些事迹,并称赞那些人的生活是有福的——因为他们以行动表明自己在身体上带着耶稣的死——我自己也祈求在力所能及的范围内,成为那些人的效法者。 因此,当我在故乡看到某些人试图效法他们的作为时,便以为找到了对自己得救的某种帮助,并把所见的表象当作不可见之事的证据。既然我们每个人隐秘中的事是难以知晓的,我便认为外衣的质朴是谦卑的充分表征,而那件粗糙的外袍、腰带以及未经鞣制的生皮凉鞋,便足以让我深信不疑。尽管许多人劝阻我不要与他们交往,我却不以为意,因为看到他们宁取坚忍的生活而不取享乐的生活;因其生活方式的卓尔不群,我对他们怀着热切的景仰。由此,我甚至不肯采信关于其教义的指控,尽管许多人坚称他们对上帝没有正确的认识,而是师承于当下异端的首领,正在暗中散布他的教训;既然我从未亲耳听过这些,我便把告密的人当作谗谤者。但是后来,当我们蒙召承担教会的督导之责时,至于那些在施以帮助和仁爱团契的伪装下被派给我们作为生活的守卫与窥探者的人,我暂且保持缄默,免得我若说了令人难以置信的事,显得像是在自诬,或者若被人相信,便在信众中种下厌弃世人的由头。若非上帝的怜悯迅速眷顾了我,这事险些也发生在我身上。因为我因那诡诈的创伤而在灵魂上受到重击,险些跌入对所有人的猜疑之中,以为没有任何人在任何事上是可信的。然而,一段时期内我们与他们之间似乎仍保持着某种交往的表象。关于教义,我们曾有过一两次交涉,双方达成了共识,似乎并无分歧。他们发现我们就对上帝的信仰所发出的声音,与他们历来从我们这里所听到的完全一致。因为即使我们在其他方面值得叹息,但至少在这一件事上我敢在主里夸口:我从未对上帝抱有错误的认识,也未曾因起初持有不同见解而后来重新改学。相反,我自幼从我有福的母亲和祖母玛克丽娜那里领受的关于上帝的观念,一直将其培育在自己心中;因为我并未随着理性的成熟而换取一样又一样别的东西,而是将她们传给我的端绪加以完全。正如种子在生长时,虽由小变大,但在本质上依然是同一个,并非在种类上发生改变,而是借着生长达到完全;同样,我也认为同一种道理借着长进在我里面增长,而不是由现在的道理取代了起初的道理。因此,那些现在借着邪说毁谤我们、并用他们针对我们所写的诬蔑书信震响了每一个人耳朵的人,应当省察他们自己的良心,并思想基督的审判席,看他们是否曾从我们这里听到过与我们现在所说不同的任何话。正因如此,我们也陷入了作此辩白之必然。

语法注3 条
  1. 223ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές

    关系代词属格 ὧν 是动词 ἐθαύμαζον 所支配的人称属格,而 τὸ περὶ δίαιταν ἐγκρατές 则是表示赞叹对象的宾格。这构成了 θαυμάζω 动词同时支配属格(人)与宾格(事物)的典型二重支配结构('赞赏某人的某点')。

  2. 223ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς

    该句由从属连词 ὡς('当他们发现……时')引出,但其后并未直接接续预期的主句谓语动词,而是直接转入下文 εἰ γὰρ καὶ τἄλλα... 的辩解,构成了破格句(anacoluthon)。在语境中,它作为交代背景的从句,指出对方此前确曾确认过作者在教义上的完全一致。

  3. 223ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός

    连词 ὥστε 后接第三人称祈使语气动词(ἐρευνάτωσαν, ἐνθυμείσθωσαν),并非引导结果状语从句,而是作为推论连词引出独立的祈使句('因此,让他们省察……'),用于承接前文推论以得出总结性诉求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:223#2