← 该撒利亚的巴西流

书信集

§223#1

驳斥毁谤的决心与归向修道的追忆

巴西尔援引约伯与圣经文句,表明自己打破长达三年的静默、对毁谤展开驳斥的决心,并回忆了自己当年弃绝世俗学问、追求修道式清贫与完全的归信历程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223#1

Πρὸς Εὐστάθιον τὸν Σεβαστηνόν. Καιρός, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, ὁ τοῦ Ἐκκλησιαστοῦ λόγος. οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν, ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα ἀπεφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα1 λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται. πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθακότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν)· ἀλλʼ ὅμως ᾤμην χρῆναι2 σιωπῇ φέρειν τὰ λυπηρά, ἐκδεχόμενός τινα δι’ αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλʼ ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθʼ ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδʼ ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλʼ ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. ἀλλʼ εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθʼ ἡμῶν ῥυείσης ψευδολογίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς·3 ὅτι Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· καὶ τό, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα.

致塞巴斯蒂亚的厄斯塔提乌斯。 “静默有时,发声有时”,这是传道者的话。因此,既然静默的时间已经足够,现在正是适时开口,将所不为人知的真理昭示出来的时候。因为伟大的约伯也曾长久地在静默中承受灾祸,正是借着在最难以忍受的痛苦中坚忍不拔,显明了自己的英勇;但是,当他在静默中充分经受了磨砺,并将痛苦深藏在心灵深处之后,那时他才开口吐露出人人皆知的那些话语。因此,对我们而言,在这静默的第三年里,先知所夸耀的话也成了我们所企求的,他说:“我成了如同听不见的人,口中全无辩驳。”因此,我们将因谗谤而生于我们内心的痛苦,封闭在我们的心灵深处。因为确实,“谗谤贬抑人,谗谤动摇穷人”。如果由谗谤而来的祸害竟如此之大,以致它既将那已经完全之人(因为经文借着“人”这一称谓暗示了这一点)从高处拉下,也将那穷人,也就是在大道奥义上有所匮乏之人(正如先知所言:“他们也许是贫穷的,因此不听;我要到强有力的人那里去”,他把缺乏理解力的人称为穷人;而在此处,箴言显然是指那些在内心之人尚未塑造健全、亦未达到成年完全量度的人,说他们漂泊不定且被摇撼)拉下;然而,尽管如此,我依然认为应当在静默中忍受痛苦之事,期待着借由行动本身带来某种归正。因为我曾以为,那些针对我们而说的话,并非出于恶意,而是出于对真理的无知。 但是,既然我看到敌意随着时间的推移而不断滋长,他们对最初所说的话毫无悔意,也不作任何考虑去医治过去的创伤,反而变本加厉,朝着他们最初确立的目标集结队伍,企图败坏我们的生活,并在弟兄们中间玷污我们的名誉,静默对我而言便不再显得稳妥了。相反,以赛亚的话涌入我的心中,他说:“我曾静默;难道我要永远静默并忍耐吗?我如临产的妇人般忍耐。”但愿我们既能领受因静默而得的赏报,又能获得某种用于驳斥的力量,以便在我们辩明之后,使这股向我们奔流而来的虚妄之词的苦涩溪流枯竭,使我们也能说:“我们的灵魂渡过了溪流”,以及:“若非主在我们中间,当众人起来攻击我们时,他们早已把我们活活吞灭,水早已把我们淹没。” 我自己曾把许多时光耗费在虚妄之中,把几乎整个青春消磨在徒劳的劳作里,在盘桓于领悟那被上帝视为愚拙的世俗智慧之中度过;后来,当我宛如从沉睡中猛然惊醒,瞻望到福音真理的奇妙之光,并看清这世代将要归于无有的统治者之智慧的无用时,我曾为自己可怜的生命痛哭流涕,祈求赐我引导,以导入敬虔的教义。最重要的是,我当时所关心的,是使自己的性情得到某种矫正,因为长久以来与卑劣之人的交往使它受到了败坏。于是,我研读了福音,在其中看到通往完全的最大契机乃是变卖产业、与困窘的弟兄们分享,以及对今世之生全然不怀挂虑,使灵魂不因对尘世事物的任何爱恋而回转;那时我祈求能在弟兄们中找到一位选择此种生活道路的人,以便与他一同渡过这短暂的人生波涛。

语法注3 条
  1. 223τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα

    τρίτον τοῦτο ἔτος 作表示时间的宾格(或表语性短语,“在这第三年”)。全句的主语为 τὸ καύχημα(夸耀之言),ζηλωτόν 为表语形容词(值得效仿的),ἐγένετο 为系动词,属格 τοῦ προφήτου 修饰 καύχημα,表领属。

  2. 223εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη ... κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν ... ἀλλʼ ὅμως ᾤμην χρῆναι

    这是一个包含长篇插入语的悬置长句。从 εἰ οὖν τοσοῦτον... 开始,后接 ὥστε 引出的结果从句(支配 κατάγειν),其间插入了对引文的详尽诠释(τοῦτο γὰρ... 以及 καθὼς καὶ... 等括号性质的内容)。整个条件句的主句在 ἀλλʼ ὅμως ᾤμην χρῆναι(“然而我依然认为应当……”)处以转折形式恢复接续。

  3. 223ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς

    ὥστε + ἄν + 不定词(εἰπεῖν)结构,表示潜在性或虚拟性的结果(“以致我们亦可以说……”)。ἡμᾶς 是不定词 εἰπεῖν 的逻辑主语(宾格),承接前面的愿望希求法 γένοιτο。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:223#1